§3.83.1ἐγίνετο πρὸς τὸ διακινδυνεύειν.
(それらは)決戦を行うのに適した場所となっていた。
ὄντος δὲ κατὰ τὴν δίοδον αὐλῶνος ἐπιπέδου, τούτου δὲ παρὰ μὲν τὰς εἰς μῆκος πλευρὰς ἑκατέρας βουνοὺς ἔχοντος ὑψηλοὺς καὶ συνεχεῖς, παρὰ δὲ τὰς εἰς πλάτος κατὰ μὲν τὴν ἀντικρὺ λόφον ἐπικείμενον ἐρυμνὸν καὶ δύσβατον, κατὰ δὲ τὴν ἀπʼ οὐρᾶς λίμνην τελείως στενὴν ἀπολείπουσαν πάροδον ὡς εἰς τὸν αὐλῶνα παρὰ τὴν παρώρειαν,
その行軍路に沿って平坦な谷間があり、この谷間は、長辺の両側に沿っては高く連なる丘陵を有しており、短辺に沿っては、正面には険しく登り難い丘がそびえ立ち、背後の側には、山裾に沿って谷間へと入るためのきわめて狭い通路を残して、湖が迫っていた。
§3.83.2διελθὼν τὸν αὐλῶνα παρὰ τὴν λίμνην τὸν μὲν κατὰ πρόσωπον τῆς πορείας λόφον αὐτὸς κατελάβετο καὶ τοὺς Ἴβηρας καὶ τοὺς Λίβυας ἔχων ἐπʼ αὐτοῦ κατεστρατοπέδευσε,
彼は湖に沿って谷間を通り抜けると、自ら行軍の正面にある丘を占領し、イベリア人とリビア人を率いてその上に陣を敷いた。
§3.83.3τοὺς δὲ Βαλιαρεῖς καὶ λογχοφόρους κατὰ τὴν πρωτοπορείαν ἐκπεριάγων ὑπὸ τοὺς ἐν δεξιᾷ βουνοὺς τῶν παρὰ τὸν αὐλῶνα κειμένων, ἐπὶ πολὺ παρατείνας, ὑπέστειλε,
また、バレアレス兵と軽装槍兵を、先頭部隊が進んでくる方向に沿って迂回させ、谷間に沿って横たわる右側の丘の麓に、長く引き伸ばして潜伏させた。
§3.83.4τοὺς δʼ ἱππεῖς καὶ τοὺς Κελτοὺς ὁμοίως τῶν εὐωνύμων βουνῶν κύκλῳ περιαγαγὼν παρεξέτεινε συνεχεῖς, ὥστε τοὺς ἐσχάτους εἶναι κατʼ αὐτὴν τὴν εἴσοδον τὴν παρά τε τὴν λίμνην καὶ τὰς παρωρείας φέρουσαν εἰς τὸν προειρημένον τόπον.
さらに、騎兵とケルト人をも同様に、左側の丘の周囲を回り込ませて一続きに配置し、その最後尾が、湖と山裾に沿って前述の場所へと通じる、まさにその入り口のところに位置するようにした。
§3.83.5ὁ μὲν οὖν Ἀννίβας ταῦτα προκατασκευασάμενος τῆς νυκτὸς καὶ περιειληφὼς τὸν αὐλῶνα ταῖς ἐνέδραις τὴν ἡσυχίαν εἶχεν.
このようにして、ハンニバルは夜の間にこれらの準備を整え、谷間を伏兵で包囲すると、静かに待機していた。
§3.83.6ὁ δὲ Φλαμίνιος εἵπετο κατόπιν, σπεύδων συνάψαι [τῶν πολεμίων]·
一方、フラミニウスは敵に追い付こうと急ぎ、後ろから追随していた。
§3.83.7κατεστρατοπεδευκὼς δὲ τῇ προτεραίᾳ πρὸς αὐτῇ τῇ λίμνῃ τελέως ὀψὲ τῆς ὥρας, μετὰ ταῦτα τῆς ἡμέρας ἐπιγενομένης εὐθέως ἐπὶ τὴν ἑωθινὴν ἦγε τὴν πρωτοπορείαν παρὰ τὴν λίμνην εἰς τὸν ὑποκείμενον αὐλῶνα, βουλόμενος ἐξάπτεσθαι τῶν πολεμίων.
前日、きわめて遅い時間に湖のすぐそばに陣を敷いていたが、その後、夜が明けると直ちに、明け方に先頭部隊を率いて、湖に沿って眼下の谷間へと進んだ。 敵と交戦することを望んでいたからである。