Humanitext Reader

波利比奥斯 · 历史 §3.83.1-3.83.7

特拉西梅诺湖畔的伏兵部署与罗马军进军

第 242 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔利用特拉西梅诺湖畔平坦谷地的地势,将伏兵巧妙地部署在周围的丘陵上。与此同时,急于求战的执政官弗拉米尼乌斯于次日清晨率领前锋部队进入该谷地。

§3.83.1ἐγίνετο πρὸς τὸ διακινδυνεύειν.
这些地方正适合于进行决战。
ὄντος δὲ κατὰ τὴν δίοδον αὐλῶνος ἐπιπέδου, τούτου δὲ παρὰ μὲν τὰς εἰς μῆκος πλευρὰς ἑκατέρας βουνοὺς ἔχοντος ὑψηλοὺς καὶ συνεχεῖς, παρὰ δὲ τὰς εἰς πλάτος κατὰ μὲν τὴν ἀντικρὺ λόφον ἐπικείμενον ἐρυμνὸν καὶ δύσβατον, κατὰ δὲ τὴν ἀπʼ οὐρᾶς λίμνην τελείως στενὴν ἀπολείπουσαν πάροδον ὡς εἰς τὸν αὐλῶνα παρὰ τὴν παρώρειαν,
沿着那条通道有一片平坦的谷地,这片谷地在其长边的两侧有着高耸且连绵的丘陵,而在其宽度的方向上,正面耸立着一座险峻且难以攀登的山丘,在后方则有湖泊,仅在山麓旁留下一条极狭窄的通道以通往谷地。
§3.83.2διελθὼν τὸν αὐλῶνα παρὰ τὴν λίμνην τὸν μὲν κατὰ πρόσωπον τῆς πορείας λόφον αὐτὸς κατελάβετο καὶ τοὺς Ἴβηρας καὶ τοὺς Λίβυας ἔχων ἐπʼ αὐτοῦ κατεστρατοπέδευσε,
汉尼拔沿着湖泊穿过谷地,亲自占领了行军正面的山丘,并率领西班牙人和利比亚人在其上安营扎寨。
§3.83.3τοὺς δὲ Βαλιαρεῖς καὶ λογχοφόρους κατὰ τὴν πρωτοπορείαν ἐκπεριάγων ὑπὸ τοὺς ἐν δεξιᾷ βουνοὺς τῶν παρὰ τὸν αὐλῶνα κειμένων, ἐπὶ πολὺ παρατείνας, ὑπέστειλε,
至于巴利阿里兵和轻装枪兵,他让他们沿着前锋部队前进的方向绕行,在谷地右侧的丘陵下方拉出很长的战线,并使其隐蔽起来。
§3.83.4τοὺς δʼ ἱππεῖς καὶ τοὺς Κελτοὺς ὁμοίως τῶν εὐωνύμων βουνῶν κύκλῳ περιαγαγὼν παρεξέτεινε συνεχεῖς, ὥστε τοὺς ἐσχάτους εἶναι κατʼ αὐτὴν τὴν εἴσοδον τὴν παρά τε τὴν λίμνην καὶ τὰς παρωρείας φέρουσαν εἰς τὸν προειρημένον τόπον.
同样地,他引导骑兵和凯尔特人绕过左侧的丘陵,使他们连成一线展开,以至于其最末尾正处于沿着湖泊和山麓通往上述地点的入口处。
§3.83.5ὁ μὲν οὖν Ἀννίβας ταῦτα προκατασκευασάμενος τῆς νυκτὸς καὶ περιειληφὼς τὸν αὐλῶνα ταῖς ἐνέδραις τὴν ἡσυχίαν εἶχεν.
于是,汉尼拔在夜间预先做好了这些准备,用伏兵包围了谷地,保持着平静。
§3.83.6ὁ δὲ Φλαμίνιος εἵπετο κατόπιν, σπεύδων συνάψαι [τῶν πολεμίων]·
而弗拉米尼乌斯则在后面跟随,急于与敌人接触。
§3.83.7κατεστρατοπεδευκὼς δὲ τῇ προτεραίᾳ πρὸς αὐτῇ τῇ λίμνῃ τελέως ὀψὲ τῆς ὥρας, μετὰ ταῦτα τῆς ἡμέρας ἐπιγενομένης εὐθέως ἐπὶ τὴν ἑωθινὴν ἦγε τὴν πρωτοπορείαν παρὰ τὴν λίμνην εἰς τὸν ὑποκείμενον αὐλῶνα, βουλόμενος ἐξάπτεσθαι τῶν πολεμίων.
弗拉米尼乌斯在前一天极晚的时候就在紧邻湖泊的地方安营扎寨,随后,天一亮,他便在清晨率领前锋部队沿着湖泊进入下方的谷地,意图与敌人交战。

词汇与语法注释

  1. §3.83.1ἐγίνετο πρὸς τὸ διακινδυνεύειν — 虽然看似非人称表达,但根据前章(3.82.11)的“τόπους δʼ εὐφυεῖς συνεθεώρησε”(察看了适宜的地形),此处在语境中应以“这些地方(τόποι)”为主语,意为“这些地方正变得适合于决战”。
  2. §3.83.1ὄντος δὲ κατὰ τὴν δίοδον αὐλῶνος ἐπιπέδου — 独立属格(genitive absolute)的开始。随后的“τούτου δὲ... ἔχοντος...”同样是以该谷地(τούτου = αὐλῶνος)为主语的独立属格,连贯地展开了对复杂地形的描绘。
  3. §3.83.3κατὰ τὴν πρωτοπορείαν — 介词“κατά”在此表示方向或对应关系,意为“沿着(罗马军)前锋部队前进的路线(或与其平行的地方)”,说明伏兵是沿着敌人预想的进军路线部署的。
  4. §3.83.4ὥστε τοὺς ἐσχάτους εἶναι — 由表示结果的“ὥστε”引导的宾格不定式结构,其中“τοὺς ἐσχάτους”(最末尾的人)为逻辑主语,“εἶναι”为不定式。这说明了将骑兵和凯尔特人拉长部署的结果,使得他们的后尾正好位于谷地的入口处。

引用这一段

波利比奥斯, 历史 §3.83.1-3.83.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.83.1-3.83.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。