§3.79.1τοὺς λιμνώδεις τῶν τόπων.
(底なし沼や)湿地帯の場所を(警戒していた)。
Ἀννίβας δʼ ἐπιμελῶς ἐξητακὼς τεναγώδεις καὶ στερεοὺς ὑπάρχοντας τοὺς κατὰ τὴν δίοδον τόπους, ἀναζεύξας εἰς μὲν τὴν πρωτοπορείαν ἔθηκε τοὺς Λίβυας καὶ Ἴβηρας καὶ πᾶν τὸ χρησιμώτερον μέρος τῆς σφετέρας δυνάμεως, συγκαταμίξας αὐτοῖς τὴν ἀποσκευήν, ἵνα πρὸς τὸ παρὸν εὐπορῶσι τῶν ἐπιτηδείων·
しかし、ハンニバルは、その通過経路に沿った場所が浅瀬であり地盤が固いことを入念に調査した上で、軍営を撤収し、先遣隊にはリビア人とイベリア人、および自軍のうちで最も精強な全部分を配置し、彼らの間に手荷物を混在させた。 それは彼らが当面の間、必要な物資に困らないようにするためであった。
§3.79.2πρὸς γὰρ τὸ μέλλον εἰς τέλος ἀφροντίστως εἶχε περὶ παντὸς τοῦ σκευοφόρου, λογιζόμενος ὡς ἐὰν ἅψηται τῆς πολεμίας, ἡττηθεὶς μὲν οὐ προσδεήσεται τῶν ἀναγκαίων, κρατῶν δὲ τῶν ὑπαίθρων οὐκ ἀπορήσει τῶν ἐπιτηδείων.
というのも、将来に関しては、彼はすべての荷獣部隊について完全に意に介していなかったからである。 彼は、もし敵地に入り込んだならば、敗北した場合には必要なものをこれ以上求めることもないし、野外を制した場合には必要な物資に困ることはないだろう、と考えていたからである。
§3.79.3ἐπὶ δὲ τοῖς προειρημένοις ἐπέβαλε τοὺς Κελτούς, ἐπὶ δὲ πᾶσι τοὺς ἱππεῖς.
そして前述の者たちの後ろにケルト人を配し、すべての最後尾に騎兵を配した。
§3.79.4ἐπιμελητὴν δὲ τῆς οὐραγίας τὸν ἀδελφὸν ἀπέλιπε Μάγωνα τῶν τε λοιπῶν χάριν καὶ μάλιστα τῆς τῶν Κελτῶν μαλακίας καὶ φυγοπονίας, ἵνʼ ἐὰν κακοπαθοῦντες τρέπωνται πάλιν εἰς τοὐπίσω, κωλύῃ διὰ τῶν ἱππέων καὶ προσφέρῃ τὰς χεῖρας αὐτοῖς.
また、後衛の指揮官として弟のマゴをあとに残したが、これは他の理由もあるが、とりわけケルト人の軟弱さと労苦を避ける性質のためであり、もし彼らが苦難に耐えかねて再び後方に引き返そうとするなら、騎兵によってそれを阻止し、彼らに強制力を加えるためであった。
§3.79.5οἱ μὲν οὖν Ἴβηρες καὶ Λίβυες διʼ ἀκεραίων τῶν ἑλῶν ποιούμενοι τὴν πορείαν μετρίως κακοπαθοῦντες ἤνυον, ἅτε καὶ φερέκακοι πάντες ὄντες καὶ συνήθεις ταῖς τοιαύταις ταλαιπωρίαις.
こうして、イベリア人とリビア人は、まだ踏み荒らされていない湿地を進んだため、そこそこの苦労で進軍を成し遂げた。 彼らは皆、忍耐強く、またこのような苦難に慣れていたからである。
§3.79.6οἱ δὲ Κελτοὶ δυσχερῶς μὲν εἰς τοὔμπροσθεν προύβαινον, τεταραγμένων καὶ διαπεπατημένων εἰς βάθος τῶν ἑλῶν, ἐπιπόνως δὲ καὶ ταλαιπώρως ὑπέμενον τὴν κακοπάθειαν, ἄπειροι πάσης τῆς τοιαύτης ὄντες κακουχίας.
しかしケルト人は、湿地が深くかき乱され、踏み荒らされていたため、前方へ進むのが困難であり、またこのような苦難に一切不慣れであったため、辛く苦しい思いをしてその難儀に耐えていた。
§3.79.7ἐκωλύοντο δὲ πάλιν ἀπονεύειν εἰς τοὐπίσω διὰ τοὺς ἐφεστῶτας αὐτοῖς ἱππεῖς.
また、彼らの後ろに控える騎兵たちのために、後方に引き返すことも妨げられていた。
§3.79.8πάντες μὲν οὖν ἐκακοπάθουν καὶ μάλιστα διὰ τὴν ἀγρυπνίαν, ὡς ἂν ἑξῆς ἡμέρας τέτταρας καὶ τρεῖς νύκτας συνεχῶς διʼ ὕδατος ποιούμενοι τὴν πορείαν·
こうして全員が苦しみ、とりわけ不眠のために苦しんだ。 それは、丸4日と3晩にわたって絶えず水の中を進んだからである。
διαφερόντως γε μὴν ἐπόνουν καὶ κατεφθείρονθʼ ὑπὲρ τοὺς ἄλλους οἱ Κελτοί.
しかしながら、他ならぬケルト人たちが、他の誰よりも際立って労苦し、疲弊しきっていた。
§3.79.9τῶν δʼ ὑποζυγίων αὐτοῦ τὰ πλεῖστα πίπτοντα διὰ τοὺς πηλοὺς ἀπώλλυντο, μίαν παρεχόμενα χρείαν ἐν τῷ πεσεῖν τοῖς ἀνθρώποις·
彼の荷獣の大部分は、泥沼のために倒れて死んでいったが、倒れた際にも人間に対して唯一の効用を提供した。
§3.79.10καθεζόμενοι γὰρ ἐπʼ αὐτῶν καὶ τῶν σκευῶν σωρηδὸν ὑπὲρ τὸ ὑγρὸν ὑπερεῖχον καὶ τῷ τοιούτῳ τρόπῳ βραχὺ μέρος τῆς νυκτὸς ἀπεκοιμῶντο.
というのも、人々はそれらの上や積み重ねられた荷物の上に腰掛け、水面の上に体を保ち、このような方法で夜のわずかな時間、仮眠を取ったからである。
§3.79.11οὐκ ὀλίγοι δὲ καὶ τῶν ἵππων τὰς ὁπλὰς ἀπέβαλον διὰ τὴν συνέχειαν τῆς διὰ τῶν πηλῶν πορείας.
また、少なくない数の馬も、泥の中を進み続けたために、蹄を失った。
§3.79.12Ἀννίβας δὲ μόλις ἐπὶ τοῦ περιλειφθέντος θηρίου διεσώθη μετὰ πολλῆς ταλαιπωρίας, ὑπεραλγὴς ὢν διὰ τὴν βαρύτητα τῆς ἐπενεχθείσης ὀφθαλμίας αὐτῷ, διʼ ἣν καὶ τέλος ἐστερήθη τῆς μιᾶς ὄψεως, οὐκ ἐπιδεχομένου τοῦ καιροῦ καταμονὴν οὐδὲ θεραπείαν διὰ τὸ τῆς περιστάσεως ἀδύνατον.
ハンニバル自身は、生き残った唯一の象に乗って、多大な困難の末に辛うじて生き延びたが、罹患した激しい眼病の重さのためにひどい痛みに苦しんでおり、そのために最終的には片方の視力を失ってしまった。 状況の困難さゆえに、時期は滞留も治療も許さなかったからである。