§3.78.1ἐχρήσατο δέ τινι καὶ Φοινικικῷ στρατηγήματι τοιούτῳ κατὰ τὴν παραχειμασίαν.
また、彼は冬営の間に、次のようなある種のカルタゴ風の奇策をも用いた。
§3.78.2ἀγωνιῶν γὰρ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα διὰ τὸ πρόσφατον τῆς πρὸς αὐτοὺς συστάσεως κατεσκευάσατο περιθετὰς τρίχας, ἁρμοζούσας ταῖς κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς τῶν ἡλικιῶν ἐπιπρεπείαις,
というのも、彼は、ケルト人たちとの関係がまだ始まって間もなかったために、彼らの不実さと自分の生命に対する陰謀を恐れて、様々な年齢層の際立った特徴に適合するような、付け替え可能なかつらを用意したからである。
§3.78.3καὶ ταύταις ἐχρῆτο συνεχῶς μετατιθέμενος·
そして、これらを絶えず付け替えながら用いた。
ὁμοίως δὲ καὶ τὰς ἐσθῆτας μετελάμβανε τὰς καθηκούσας ἀεὶ ταῖς περιθεταῖς.
同様に、衣服も常にそのかつらに適したものに着替えていた。
§3.78.4διʼ ὧν οὐ μόνον τοῖς αἰφνιδίως ἰδοῦσι δύσγνωστος ἦν, ἀλλὰ καὶ τοῖς ἐν συνηθείᾳ γεγονόσιν.
これによって、彼を不意に見かけた者たちだけでなく、彼と親しい間柄にあった者たちにとっても、彼を見分けることは困難であった。
§3.78.5θεωρῶν δὲ τοὺς Κελτοὺς δυσχεραίνοντας ἐπὶ τῷ τὸν πόλεμον ἐν τῇ παρʼ αὑτῶν χώρᾳ λαμβάνειν τὴν τριβήν, σπεύδοντας δὲ καὶ μετεώρους ὄντας εἰς τὴν πολεμίαν, προφάσει μὲν διὰ τὴν πρὸς Ῥωμαίους ὀργήν, τὸ δὲ πλεῖον διὰ τὰς ὠφελείας, ἔκρινε τὴν ταχίστην ἀναζευγνύειν καὶ συνεκπληροῦν τὰς τῶν δυνάμεων ὁρμάς.
一方、ケルト人たちが、自分たちの土地で戦争が長引いていることに不満を抱いており、敵地へと進むことを急ぎ、また熱望しているのを見て(表向きの理由はローマ人に対する怒りによるものであったが、大部分は戦利品のためであった)、彼はできるだけ早く軍営を撤収し、軍勢の衝動をともに満たすことを決意した。
§3.78.6διόπερ ἅμα τῷ τὴν ὥραν μεταβάλλειν πυνθανόμενος τῶν μάλιστα τῆς χώρας δοκούντων ἐμπειρεῖν τὰς μὲν ἄλλας ἐμβολὰς τὰς εἰς τὴν πολεμίαν μακρὰς εὕρισκε καὶ προδήλους τοῖς ὑπεναντίοις, τὴν δὲ διὰ τῶν ἑλῶν εἰς Τυρρηνίαν φέρουσαν δυσχερῆ μὲν σύντομον δὲ καὶ παράδοξον φανησομένην τοῖς περὶ τὸν Φλαμίνιον.
それゆえ、季節が変わるやいなや、その土地を最もよく知っていると思われる者たちに尋ねてみると、敵地への他の侵入路は長くて敵にとって予想のつくものであるが、湿地帯を通ってテュレニアへと至る道は、困難ではあるが近道であり、フラミニウスとその周囲の者たちにとって不意を突くものとなるであろうとわかった。
§3.78.7ἀεὶ δέ πως οἰκεῖος ὢν τῇ φύσει τούτου τοῦ μέρους ταύτῃ προέθετο ποιεῖσθαι τὴν πορείαν.
そして、彼は常にこのような策略を好む性質であったため、この道を通って進軍することを決めた。
§3.78.8διαδοθείσης δὲ τῆς φήμης ἐν τῷ στρατοπέδῳ διότι μέλλει διά τινων ἑλῶν ἄγειν αὐτοὺς ὁ στρατηγός, πᾶς τις εὐλαβῶς εἶχε πρὸς τὴν πορείαν, ὑφορώμενος βάραθρα καὶ
将軍が彼らをある湿地帯を通って率いるつもりだという噂が軍営に広まると、誰もがその進軍に対して警戒心を抱き、底なし沼や