§3.79.1τοὺς λιμνώδεις τῶν τόπων.
以及那些地方的泥泞地带。
Ἀννίβας δʼ ἐπιμελῶς ἐξητακὼς τεναγώδεις καὶ στερεοὺς ὑπάρχοντας τοὺς κατὰ τὴν δίοδον τόπους, ἀναζεύξας εἰς μὲν τὴν πρωτοπορείαν ἔθηκε τοὺς Λίβυας καὶ Ἴβηρας καὶ πᾶν τὸ χρησιμώτερον μέρος τῆς σφετέρας δυνάμεως, συγκαταμίξας αὐτοῖς τὴν ἀποσκευήν, ἵνα πρὸς τὸ παρὸν εὐπορῶσι τῶν ἐπιτηδείων· §3.79.2πρὸς γὰρ τὸ μέλλον εἰς τέλος ἀφροντίστως εἶχε περὶ παντὸς τοῦ σκευοφόρου, λογιζόμενος ὡς ἐὰν ἅψηται τῆς πολεμίας, ἡττηθεὶς μὲν οὐ προσδεήσεται τῶν ἀναγκαίων, κρατῶν δὲ τῶν ὑπαίθρων οὐκ ἀπορήσει τῶν ἐπιτηδείων.
但汉尼拔在仔细调查了通道沿途的地方实为浅滩且地基坚固后,便拔营起行,将利比亚人和伊比利亚人以及他部下最精锐的所有力量配置在先遣队中,并将行李混杂在他们中间,以便他们眼下有充足的必需品;因为对于未来,他完全不关心所有的辎重队,他算计着,如果他进入敌国境内,一旦战败他就不会再需要必需品,而如果获胜并控制了野外,他就不会缺少物资。
§3.79.3ἐπὶ δὲ τοῖς προειρημένοις ἐπέβαλε τοὺς Κελτούς, ἐπὶ δὲ πᾶσι τοὺς ἱππεῖς.
在上述人员之后,他部署了凯尔特人,而在所有人的最后则是骑兵。
§3.79.4ἐπιμελητὴν δὲ τῆς οὐραγίας τὸν ἀδελφὸν ἀπέλιπε Μάγωνα τῶν τε λοιπῶν χάριν καὶ μάλιστα τῆς τῶν Κελτῶν μαλακίας καὶ φυγοπονίας, ἵνʼ ἐὰν κακοπαθοῦντες τρέπωνται πάλιν εἰς τοὐπίσω, κωλύῃ διὰ τῶν ἱππέων καὶ προσφέρῃ τὰς χεῖρας αὐτοῖς.
他留下了他的弟弟马戈负责后卫,这既出于其他原因,尤其是因为凯尔特人软弱且逃避劳苦的性格,以便如果他们因不堪忍受痛苦而企图向后退却时,马戈可以用骑兵阻止他们并对他们采取强制手段。
§3.79.5οἱ μὲν οὖν Ἴβηρες καὶ Λίβυες διʼ ἀκεραίων τῶν ἑλῶν ποιούμενοι τὴν πορείαν μετρίως κακοπαθοῦντες ἤνυον, ἅτε καὶ φερέκακοι πάντες ὄντες καὶ συνήθεις ταῖς τοιαύταις ταλαιπωρίαις.
因此,伊比利亚人和利比亚人在尚未被踩烂的沼泽中行军,只遭受了中度的痛苦便完成了行军,因为他们所有人都耐受劳苦,且习惯于这种艰难。
§3.79.6οἱ δὲ Κελτοὶ δυσχερῶς μὲν εἰς τοὔμπροσθεν προύβαινον, τεταραγμένων καὶ διαπεπατημένων εἰς βάθος τῶν ἑλῶν, ἐπιπόνως δὲ καὶ ταλαιπώρως ὑπέμενον τὴν κακοπάθειαν, ἄπειροι πάσης τῆς τοιαύτης ὄντες κακουχίας.
但凯尔特人向前推进十分艰难,因为沼泽已被踩得稀烂且深陷,他们极其痛苦和劳累地忍受着这种折磨,因为他们对所有这类艰辛毫无经验。
§3.79.7ἐκωλύοντο δὲ πάλιν ἀπονεύειν εἰς τοὐπίσω διὰ τοὺς ἐφεστῶτας αὐτοῖς ἱππεῖς.
而他们由于身后部署的骑兵,也无法再次向后退却。
§3.79.8πάντες μὲν οὖν ἐκακοπάθουν καὶ μάλιστα διὰ τὴν ἀγρυπνίαν, ὡς ἂν ἑξῆς ἡμέρας τέτταρας καὶ τρεῖς νύκτας συνεχῶς διʼ ὕδατος ποιούμενοι τὴν πορείαν· διαφερόντως γε μὴν ἐπόνουν καὶ κατεφθείρονθʼ ὑπὲρ τοὺς ἄλλους οἱ Κελτοί.
因此,所有人确实都在受苦,尤其是因为无法入睡,因为他们连续四天三夜不断地在水中行军;然而,凯尔特人尤其比其他人更加劳苦和精疲力竭。
§3.79.9τῶν δʼ ὑποζυγίων αὐτοῦ τὰ πλεῖστα πίπτοντα διὰ τοὺς πηλοὺς ἀπώλλυντο, μίαν παρεχόμενα χρείαν ἐν τῷ πεσεῖν τοῖς ἀνθρώποις· §3.79.10καθεζόμενοι γὰρ ἐπʼ αὐτῶν καὶ τῶν σκευῶν σωρηδὸν ὑπὲρ τὸ ὑγρὸν ὑπερεῖχον καὶ τῷ τοιούτῳ τρόπῳ βραχὺ μέρος τῆς νυκτὸς ἀπεκοιμῶντο.
他的大部分驮兽因泥泞而倒地毙命,但在倒地时,它们给人们提供了唯一的用处:因为人们坐在它们以及堆积的行李上面,使自己保持在水面之上,并以这种方式在夜间的极少部分时间里稍微打个盹。
§3.79.11οὐκ ὀλίγοι δὲ καὶ τῶν ἵππων τὰς ὁπλὰς ἀπέβαλον διὰ τὴν συνέχειαν τῆς διὰ τῶν πηλῶν πορείας.
由于在泥泞中持续行军,不少马匹也失去了蹄铁。
§3.79.12Ἀννίβας δὲ μόλις ἐπὶ τοῦ περιλειφθέντος θηρίου διεσώθη μετὰ πολλῆς ταλαιπωρίας, ὑπεραλγὴς ὢν διὰ τὴν βαρύτητα τῆς ἐπενεχθείσης ὀφθαλμίας αὐτῷ, διʼ ἣν καὶ τέλος ἐστερήθη τῆς μιᾶς ὄψεως, οὐκ ἐπιδεχομένου τοῦ καιροῦ καταμονὴν οὐδὲ θεραπείαν διὰ τὸ τῆς περιστάσεως ἀδύνατον.
汉尼拔本人在极度痛苦中,依靠仅存的一头巨兽勉强脱险,他因遭受严重的眼疾而痛苦万分,最终也因此失去了一只眼睛的视力,因为由于环境的极其恶劣,当时的局势不容许他停留或进行治疗。