Humanitext Reader

波利比奥斯 · 历史 §3.78.1-3.78.8

汉尼拔的变装与穿越沼泽的进军决断

第 237 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔因提防凯尔特人的不忠而使用假发和变装保护自己;随着春天的到来,他决定通过一条穿过沼泽的艰难捷径进军蒂雷尼亚,以出乎弗拉米尼乌斯的意料。

§3.78.1ἐχρήσατο δέ τινι καὶ Φοινικικῷ στρατηγήματι τοιούτῳ κατὰ τὴν παραχειμασίαν.
在过冬期间,他还采用了如下一种迦太基式的策略。
§3.78.2ἀγωνιῶν γὰρ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς ἐπιβουλὰς τὰς περὶ τὸ σῶμα διὰ τὸ πρόσφατον τῆς πρὸς αὐτοὺς συστάσεως κατεσκευάσατο περιθετὰς τρίχας, ἁρμοζούσας ταῖς κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς τῶν ἡλικιῶν ἐπιπρεπείαις, §3.78.3καὶ ταύταις ἐχρῆτο συνεχῶς μετατιθέμενος· ὁμοίως δὲ καὶ τὰς ἐσθῆτας μετελάμβανε τὰς καθηκούσας ἀεὶ ταῖς περιθεταῖς.
因为他与凯尔特人结盟未久,担心他们的不忠以及针对他生命的阴谋,于是准备了假发,这些假发适合各个年龄段显著外貌特征,并不断更换使用它们;同样,他也总是换上与当时所戴假发相配的衣服。
§3.78.4διʼ ὧν οὐ μόνον τοῖς αἰφνιδίως ἰδοῦσι δύσγνωστος ἦν, ἀλλὰ καὶ τοῖς ἐν συνηθείᾳ γεγονόσιν.
通过这些手段,不仅那些突然见到他的人,甚至那些与他相识的人,也很难认出他来。
§3.78.5θεωρῶν δὲ τοὺς Κελτοὺς δυσχεραίνοντας ἐπὶ τῷ τὸν πόλεμον ἐν τῇ παρʼ αὑτῶν χώρᾳ λαμβάνειν τὴν τριβήν, σπεύδοντας δὲ καὶ μετεώρους ὄντας εἰς τὴν πολεμίαν, προφάσει μὲν διὰ τὴν πρὸς Ῥωμαίους ὀργήν, τὸ δὲ πλεῖον διὰ τὰς ὠφελείας, ἔκρινε τὴν ταχίστην ἀναζευγνύειν καὶ συνεκπληροῦν τὰς τῶν δυνάμεων ὁρμάς.
但我看到凯尔特人因战争在他们自己的土地上拖延而感到不满,并急于且渴望侵入敌国土地——表面上是因为对罗马人的愤怒,但主要是为了掠夺——他决定尽快拔营,以共同满足军队的冲动。
§3.78.6διόπερ ἅμα τῷ τὴν ὥραν μεταβάλλειν πυνθανόμενος τῶν μάλιστα τῆς χώρας δοκούντων ἐμπειρεῖν τὰς μὲν ἄλλας ἐμβολὰς τὰς εἰς τὴν πολεμίαν μακρὰς εὕρισκε καὶ προδήλους τοῖς ὑπεναντίοις, τὴν δὲ διὰ τῶν ἑλῶν εἰς Τυρρηνίαν φέρουσαν δυσχερῆ μὲν σύντομον δὲ καὶ παράδοξον φανησομένην τοῖς περὶ τὸν Φλαμίνιον.
因此,在季节变换之初,他向那些似乎最了解该地区的人打听,发现进入敌国的其他通道既漫长且对敌人而言显而易见,而穿过沼泽通往蒂雷尼亚的道路虽然艰难,却是一条捷径,而且对于弗拉米尼乌斯及其部下来说,将显得出乎意料。
§3.78.7ἀεὶ δέ πως οἰκεῖος ὢν τῇ φύσει τούτου τοῦ μέρους ταύτῃ προέθετο ποιεῖσθαι τὴν πορείαν.
由于他天生就对这类策略颇为偏爱,他便决定经由这条路线行军。
§3.78.8διαδοθείσης δὲ τῆς φήμης ἐν τῷ στρατοπέδῳ διότι μέλλει διά τινων ἑλῶν ἄγειν αὐτοὺς ὁ στρατηγός, πᾶς τις εὐλαβῶς εἶχε πρὸς τὴν πορείαν, ὑφορώμενος βάραθρα καὶ
当军营中传开消息,说将军准备带他们穿过某些沼泽时,人人对这次行军都心存戒备,怀疑有深渊和

词汇与语法注释

  1. §3.78.2ἁρμοζούσας — 现在分词 ἁρμοζούσας(阴性复数宾格)作定语修饰前文的名词 περιθετὰς τρίχας(假发)。与格 ταῖς ... ἐπιπρεπείαις 受该分词支配,表示“适合于……”。
  2. §3.78.5τῷ τὸν πόλεμον ... λαμβάνειν τὴν τριβήν — 该结构由介词 ἐπὶ 和带冠词不定式 τῷ ... λαμβάνειν 构成,表示不满的原因(“因……而”)。宾格 τὸν πόλεμον 是不定式的逻辑主语,而 λαμβάνειν τὴν τριβήν 是一个惯用表达,意为“拖延”或“产生滞后”。
  3. §3.78.6τὴν δὲ ... φανησομένην — 未来分词(阴性单数宾格),作为动词 εὕρισκε(发现)的另一个宾语补足语。此处省略了前句的名词 ἐμβολήν(通道),未来时分词 φανησομένην 表达了这条经过沼泽的路线对于弗拉米尼乌斯等人而言“将显得出乎意料”的预期。
  4. §3.78.7τούτου τοῦ μέρους — 属格名词短语,修饰形容词 οἰκεῖος(适合的、有亲和力的)。此处抽象地指代前述奇策、变装及出其不意的行军路线等方面的“领域”或“特质”。

引用这一段

波利比奥斯, 历史 §3.78.1-3.78.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.78.1-3.78.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。