§3.77.1καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν.
そして、イベリアの状況はこのようであった。
ἐνισταμένης δὲ τῆς ἐαρινῆς ὥρας, Γάιος μὲν Φλαμίνιος ἀναλαβὼν τὰς αὑτοῦ δυνάμεις προῆγε διὰ Τυρρηνίας καὶ κατεστρατοπέδευσε πρὸ τῆς τῶν Ἀρρητίνων πόλεως,
春の季節が始まると、ガイウス・フラミニウスは自身の軍勢を率いてテュレニアを通って進軍し、アッレティウムの町の前に陣を敷いた。
§3.77.2Γνάιος δὲ Σερουίλιος τοὔμπαλιν ὡς ἐπʼ Ἀριμίνου, ταύτῃ παρατηρήσων τὴν εἰσβολὴν τῶν ὑπεναντίων.
一方グナエウス・セルウィリウスは、これとは反対にアリミヌムの方へと向かい、そこで敵の侵入を警戒しようとした。
§3.77.3Ἀννίβας δὲ παραχειμάζων ἐν τῇ Κελτικῇ τοὺς μὲν Ῥωμαίους τῶν ἐκ τῆς μάχης αἰχμαλώτων ἐν φυλακῇ συνεῖχεν, τὰ μέτρια τῶν ἐπιτηδείων διδούς,
一方ハンニバルは、ケルト人の地域で冬営を行っていたが、戦闘によるローマ人の捕虜たちを監視下に置き、必要最低限の食糧のみを与えていた。
§3.77.4τοὺς δὲ συμμάχους αὐτῶν τὸ μὲν πρῶτον ἐν τῇ πάσῃ φιλανθρωπίᾳ διεξῆγεν, μετὰ δὲ ταῦτα συναγαγὼν παρεκάλει, φάσκων οὐκ ἐκείνοις ἥκειν πολεμήσων, ἀλλὰ Ῥωμαίοις ὑπὲρ ἐκείνων.
しかし、彼らの同盟者たちに対しては、最初は極めて親切に扱い、その後彼らを集めて演説し、自分は彼らと戦うために来たのではなく、彼らのためにローマ人と戦うために来たのだと主張した。
διόπερ ἔφη δεῖν αὐτούς, §3.77.5ἐὰν ὀρθῶς φρονῶσιν, ἀντέχεσθαι τῆς πρὸς αὑτὸν φιλίας.
それゆえ、彼は彼らにこう語った、もし正しい分別を持つならば、自分との友情を堅持すべきである、と。
§3.77.6παρεῖναι γὰρ πρῶτον μὲν τὴν ἐλευθερίαν ἀνακτησόμενος Ἰταλιώταις, ὁμοίως δὲ τὰς πόλεις καὶ τὴν χώραν, ἣν ὑπὸ Ῥωμαίων ἀπολωλεκότες ἕκαστοι τυγχάνουσι, συνανασώσων.
なぜなら、彼は第一にイタリアの人々に自由を取り戻すために、そして同様に、それぞれがローマ人によって失うことになった都市と土地を共に救い出すために、ここに来ているからである、と。
§3.77.7ταῦτα δʼ εἰπὼν ἀφῆκε πάντας χωρὶς λύτρων εἰς τὴν οἰκείαν, βουλόμενος ἅμα μὲν προκαλεῖσθαι διὰ τοιούτου τρόπου πρὸς αὑτὸν τοὺς κατοικοῦντας τὴν Ἰταλίαν, ἅμα δʼ ἀπαλλοτριοῦν τῆς πρὸς Ῥωμαίους εὐνοίας, ἐρεθίζειν δὲ τοὺς δοκοῦντας πόλεσιν ἢ λιμέσιν ἠλαττῶσθαί τι διὰ τῆς Ῥωμαίων ἀρχῆς.
このように語ると、彼は彼ら全員を身代金なしで故郷へと帰らせた。 これは、こうした方法によって、イタリアに住む人々を自分の方へと引き入れ、同時に、彼らのローマ人に対する好意を失わせ、ローマの支配によって都市や港湾において何らかの不利益を被ったと思われる人々を刺激することを望んだからであった。