Humanitext Reader

ポリュビオス · 歴史 §3.69.1-3.69.14

クラスティディウムの陥落と両軍の前哨戦

228 / 1311 箇所 · ギリシア語

要旨

ハンニバルはクラスティディウムを裏切りによって占領し、さらに日和見的なケルト人に警告すべく襲撃部隊を送った。ローマのティベリウスは救援を送り、両軍の間で前哨戦が起きてローマ軍が優勢を得た。

§3.69.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀννίβας πραξικοπήσας πόλιν Κλαστίδιον, ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου, κατέσχε.
同時期に、ハンニバルはローマ人から信頼されてクラスティディウムを委ねられていたブレンテシウム出身の男が彼に引き渡したため、計略によってこの街を占領した。
§3.69.2γενόμενος δὲ κύριος τῆς φρουρᾶς καὶ τῆς τοῦ σίτου παραθέσεως τούτῳ μὲν πρὸς τὸ παρὸν ἐχρήσατο, τοὺς δὲ παραληφθέντας ἄνδρας ἀβλαβεῖς μεθʼ ἑαυτοῦ προῆγε,
彼は守備隊と糧食の集積を支配下に置くと、この糧食を当面の間使用する一方、捕らえた男たちを無傷のまま同行させて進んだ。
§3.69.3δεῖγμα βουλόμενος ἐκφέρειν τῆς σφετέρας προαιρέσεως πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρʼ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους.
これは、困難な状況に陥った者たちが、恐れることなく彼からの救済を諦めないようにと、自らの基本方針の実例を示したかったからである。
§3.69.4τὸν δὲ προδότην ἐτίμησε μεγαλείως, ἐκκαλέσασθαι σπουδάζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς Καρχηδονίων ἐλπίδας.
また彼は、要職に就いている者たちをカルタゴ側の希望に誘い出そうと熱心に画策し、あの裏切り者を大いに厚遇した。
§3.69.5μετὰ δὲ ταῦτα συνθεωρήσας τινὰς τῶν Κελτῶν, οἳ κατῴκουν μεταξὺ τοῦ Πάδου καὶ τοῦ Τρεβία ποταμοῦ, πεποιημένους μὲν καὶ πρὸς αὑτὸν φιλίαν, διαπεμπομένους δὲ καὶ πρὸς Ῥωμαίους καὶ πεπεισμένους τῷ τοιούτῳ τρόπῳ τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν αὑτοῖς ὑπάρξειν, §3.69.6ἐξαποστέλλει πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ Κελτοὺς καὶ Νομάδας εἰς χιλίους, προστάξας ἐπιδραμεῖν αὐτῶν τὴν χώραν.
この後、パドゥス川とトレビアス川の間に住むケルト人の一部が、自分とも友好関係を結びながらローマ人とも交渉を行い、そのような方法で双方からの安全が確保されるだろうと確信しているのを知ると、彼は歩兵二千と、ケルト人およびヌミディア人の騎兵約千を派遣し、彼らの地を襲撃するよう命じた。
§3.69.7τῶν δὲ πραξάντων τὸ προσταχθὲν καὶ πολλὴν περιβαλομένων λείαν, εὐθέως οἱ Κελτοὶ παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, δεόμενοι σφίσι βοηθεῖν.
派遣された兵が命じられたことを実行して多くの戦利品を手に入れると、直ちにそのケルト人たちがローマ人の陣営へやって来て、自分たちを救援するよう懇願した。
§3.69.8Τεβέριος δὲ καὶ πάλαι ζητῶν ἀφορμὴν τοῦ πράττειν τότε λαβὼν πρόφασιν ἐξαπέστειλε τῶν μὲν ἱππέων τὸ πλεῖστον μέρος, πεζοὺς δὲ σὺν τούτοις ἀκοντιστὰς εἰς χιλίους.
ティベリウスは、かねてより行動を起こす機会を探していたが、そのとき口実を得て、騎兵の大部分と、彼らとともに歩兵の軽装兵約千を派遣した。
§3.69.9σπουδῇ δὲ τούτων προσμιξάντων πέραν τοῦ Τρεβία καὶ διαμαχομένων τοῖς πολεμίοις ὑπὲρ τῆς λείας, ἐτράπησαν οἱ Κελτοὶ σὺν τοῖς Νομάσι καὶ τὴν ἀποχώρησιν ἐπὶ τὸν ἑαυτῶν ἐποιοῦντο χάρακα.
これらが急いでトレビアス川を渡って敵と合流し、戦利品をめぐって交戦すると、ケルト人とヌミディア兵は敗退し、自分たちの陣営に向けて退却した。
§3.69.10ταχὺ δὲ συννοήσαντες τὸ γινόμενον οἱ προκαθήμενοι τῆς τῶν Καρχηδονίων παρεμβολῆς ἐντεῦθεν ταῖς ἐφεδρείαις ἐβοήθουν τοῖς πιεζομένοις·
カルタゴ軍の陣営の前哨兵たちは、起きていることを素早く察知すると、直ちに予備兵をもって苦戦している味方を援助した。
οὗ γενομένου τραπέντες οἱ Ῥωμαῖοι πάλιν ἐποιοῦντο τὴν ἀπόλυσιν εἰς τὴν ἑαυτῶν παρεμβολήν.
これが起きると、今度はローマ兵が敗退し、再び自分たちの陣営へと退いた。
§3.69.11Τεβέριος δὲ συνορῶν τὸ γινόμενον πάντας ἐπαφῆκε τοὺς ἵππους καὶ τοὺς ἀκοντιστάς.
ティベリウスは起きていることを見届けると、すべての騎兵と軽装兵を投入した。
τούτου δὲ συμπεσόντος αὖθις ἐγκλίναντες οἱ Κελτοὶ πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἀπεχώρουν.
これが起こると、再びケルト人たちは敗れて、自らの安全のために退却した。
§3.69.12ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἀπαράσκευος ὢν πρὸς τὸ κρίνειν τὰ ὅλα καὶ νομίζων δεῖν μηδέποτε χωρὶς προθέσεως μηδʼ ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους, ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγαθοῦ, §3.69.13τότε μὲν ἐπέσχε τοὺς παρʼ αὑτοῦ συνεγγίσαντας τῷ χάρακι καὶ στῆναι μὲν ἐκ μεταβολῆς ἠνάγκασε, διώκειν δὲ καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐκώλυσε, διὰ τῶν ὑπηρετῶν καὶ σαλπιγκτῶν ἀνακαλούμενος.
しかし、カルタゴ人の将軍は、大局を決する戦闘を行う準備ができておらず、また計画なしに、あるいは単なる偶発的な機会から全面的な決戦に身をさらすべきではないと考えていたが(これこそが優れた指揮官のなすべき任務と言うべきであるが)、このときは、陣営に近づいていた味方の兵を押しとどめて反転させ立ち止まらせると、伝令やラッパ手を通じて呼び戻すことによって、敵を追撃して交戦することを禁じた。
οἱ δὲ Ῥωμαῖοι βραχὺν ἐπισχόντες χρόνον ἀνέλυσαν,
ローマ兵はしばらくとどまった後、退却した。
§3.69.14ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες.
自分たちのうち少数を失っただけで、より多くのカルタゴ兵を殺害した上でのことであった。

語釈・文法注

  1. §3.69.1ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου — 「ローマ人によって信頼されていたブレンテシウム出身の男が彼に引き渡したため」という独立属格構造。完了受動分詞 `πεπιστευμένου` は、「委ねられた」の意味で受動態として機能しており、ここでは `τοῦ πεπιστευμένου ... ἀνδρὸς` (信頼されて任命された男)という名詞句の一部を成している。
  2. §3.69.3πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρʼ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους — `πρὸς τό` に不定詞 `ἀπελπίζειν` が続く目的を表す表現。不定詞の意味上の主語は対格の `τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους`(状況によって困難に陥る者たち)であり、`μὴ δεδιότας`(恐れることなしに)は主語に一致する対格複数の分詞。
  3. §3.69.5συνθεωρήσας τινὰς τῶν Κελτῶν ... πεποιημένους μὲν ... διαπεμπομένους δὲ ... καὶ πεπεισμένους — 知覚を表す動詞 `συνθεωρήσας` の目的語 `τινὰς τῶν Κελτῶν` に対し、3つの分詞 `πεποιημένους`、`διαπεμπομένους`、`πεπεισμένους` が補語として並列に係っている。「ケルト人の一部が〜し、〜し、〜と確信しているのを目に留めて」という構造を成す。
  4. §3.69.12ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγαθοῦ — 関係代名詞 `ὅπερ`(中性単数)は、先行する「計画なしに、あるいは単なる偶発的な機会から全面的に決戦に身をさらすべきではない」というハンニバルの慎重な態度(直前の不定詞句全体)を指している。`φατέον` は非人称の形容動詞で、`εἶναι` 以下の対格不定詞構文(`ὅπερ` を主語とし、`ἔργον` を述語とする)を従え、「これこそが優れた指揮官の任務であると言わねばならない」の意。

この箇所を引用する

ポリュビオス, 歴史 §3.69.1-3.69.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.69.1-3.69.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。