§3.68.1ὀχυρότητι καὶ τοῖς παροικοῦσι τῶν συμμάχων.
堅固さと、近くに居住する同盟者たちを信頼して。
Ἀννίβας δὲ τὴν ἀναζυγὴν αὐτῶν ἐπιγνοὺς παραυτίκα μὲν τοὺς Νομαδικοὺς ἱππεῖς ἐξαπέστελλε, μετʼ οὐ πολὺ δὲ τοὺς ἄλλους·
ハンニバルは彼らの撤退を知ると、直ちにヌミディア騎兵を派遣し、それから間もなく他の騎兵をも派遣した。
τούτοις δʼ ἐκ ποδὸς τὴν δύναμιν ἔχων αὐτὸς εἵπετο κατόπιν.
そして彼らのすぐ後を、自ら主力軍を率いて追随した。
§3.68.2οἱ μὲν οὖν Νομάδες εἰς ἔρημον τὴν στρατοπεδείαν ἐμπεσόντες ταύτην ἐνεπίμπρασαν.
そこでヌミディア兵たちは、もぬけの殻となった陣営に押し入り、これに火を放った。
§3.68.3ὃ δὴ καὶ σφόδρα συνήνεγκε τοῖς Ῥωμαίοις, ὡς εἴπερ οὗτοι κατὰ πόδας ἀκολουθήσαντες συνῆψαν ταῖς ἀποσκευαῖς, πολλοὺς ἂν αὐτῶν ὑπὸ τῶν ἱππέων ἐν τοῖς ἐπιπέδοις συνέβη διαφθαρῆναι.
このことはローマ人にとって非常に幸いした。 というのも、もし彼らがすぐに追撃してローマ軍の輜重隊に追いついていたならば、平坦な地において彼らの多くが騎兵によって殺される事態になっていたであろうからである。
§3.68.4νῦν δʼ οἱ πλείους ἔφθασαν διαβάντες τὸν Τρεβίαν ποταμόν·
しかし実際には、大部分の者が先を争ってトレビアス川を渡り終えていた。
τῶν δὲ καταλειφθέντων ἐπὶ τῆς οὐραγίας οἱ μὲν διεφθάρησαν, οἱ δὲ ζῶντες ἑάλωσαν ὑπὸ τῶν Καρχηδονίων.
最後尾に取り残された者のうち、一部は殺され、他はカルタゴ人によって生け捕りにされた。
§3.68.5Πόπλιος μὲν οὖν διαβὰς τὸν προειρημένον ποταμὸν ἐστρατοπέδευσε περὶ τοὺς πρώτους λόφους
プブリウスは、前述の川を渡り、最初の丘陵地帯の周りに陣を張った。
§3.68.6καὶ περιλαβὼν τάφρῳ καὶ χάρακι τὴν παρεμβολὴν ἀνεδέχετο μὲν τὸν Τεβέριον καὶ τὰς μετʼ ἐκείνου δυνάμεις, ἐθεράπευε δʼ αὑτὸν ἐπιμελῶς, σπουδάζων εἰ δύναιτο κοινωνῆσαι τοῦ μέλλοντος κινδύνου.
そして陣営を濠と柵で囲み、ティベリウスと彼が率いる軍勢の到着を待つ一方で、もし可能であれば来るべき戦いに自らも加わることができるようにと、熱心に自らの治療に努めた。
§3.68.7Ἀννίβας δὲ περὶ τετταράκοντα σταδίους ἀποσχὼν τῶν πολεμίων αὐτοῦ κατεστρατοπέδευσε.
ハンニバルは、敵から約四十スタディオン離れたその場所に陣を張った。
§3.68.8τὸ δὲ τῶν Κελτῶν πλῆθος τὸ τὰ πεδία κατοικοῦν, συνεξεστηκὸς ταῖς τῶν Καρχηδονίων ἐλπίσι, δαψιλῶς μὲν ἐχορήγει τὸ στρατόπεδον τοῖς ἐπιτηδείοις, ἕτοιμον δʼ ἦν παντὸς κοινωνεῖν ἔργου καὶ κινδύνου τοῖς περὶ τὸν Ἀννίβαν.
平原に居住するケルト人の大群は、カルタゴ人の見通しにすっかり興奮し、陣営に物資を豊富に供給するとともに、ハンニバルとその部下たちのあらゆる任務や危険を共にする用意を整えていた。
§3.68.9οἱ δʼ ἐν τῇ Ῥώμῃ, προσπεπτωκότων τῶν κατὰ τὴν ἱππομαχίαν, ἐξενίζοντο μὲν τῷ τὸ συμβεβηκὸς εἶναι παρὰ τὴν προσδοκίαν, οὐ μὴν ἠπόρουν γε σκήψεων πρὸς τὸ μὴ δοκεῖν αὐτοῖς ἧτταν εἶναι τὸ γεγονός,
ローマにいた人々は、騎兵戦の知らせが届くと、その出来事が予想に反していたことに驚きつつも、起きたことが自分たちにとって敗北であるとは思われないようにするための、弁明の口実には事欠かなかった。
§3.68.10ἀλλʼ οἱ μὲν ᾐτιῶντο τὴν τοῦ στρατηγοῦ προπέτειαν, οἱ δὲ τὴν τῶν Κελτῶν ἐθελοκάκησιν, στοχαζόμενοι διὰ τῆς τελευταίας ἀποστάσεως.
ある者は将軍の軽率さを責め、別の者はケルト人のサボタージュを原因とし、それを最近の離反劇から推測していた。
§3.68.11καθόλου δὲ τῶν πεζικῶν στρατοπέδων ἀκεραίων ὄντων ἀκεραίους εἶναι διελάμβανον τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας.
全体として、歩兵軍団が無傷である限り、大局的な希望もまた無傷であると考えていたのである。
§3.68.12ὅθεν καὶ συνάψαντος τοῦ Τεβερίου καὶ τῶν μετʼ ἐκείνου στρατοπέδων καὶ διαπορευομένων διὰ τῆς Ῥώμης, ἐξ ἐπιφανείας ἐδόξαζον κριθήσεσθαι τὴν μάχην.
それゆえ、ティベリウスと彼が率いる軍団が到着し、ローマの街を行進して通り過ぎると、その壮麗な様子から、戦いは決定的になるだろうと予想していた。
§3.68.13ἁθροισθέντων δὲ τῶν στρατιωτῶν κατὰ τὸν ὅρκον εἰς Ἀρίμινον, ἀναλαβὼν αὐτοὺς ὁ στρατηγὸς προῆγε, σπεύδων συνάψαι τοῖς περὶ τὸν Πόπλιον.
兵士たちが誓約通りにアリミヌムに集結すると、将軍は彼らを率いて進軍し、プブリウスらのもとへ合流しようと急いだ。
§3.68.14συμμίξας δὲ καὶ καταστρατοπεδεύσας παρʼ αὐτοῖς ταῖς οἰκείαις δυνάμεσι τὸ μὲν πλῆθος ἀνελάμβανε τῶν ἀνδρῶν, ὡς ἂν ἐκ Λιλυβαίου τετταράκοντα συνεχῶς ἡμέρας πεπεζοπορηκότων εἰς Ἀρίμινον, τὰς δὲ παρασκευὰς ἐποιεῖτο πάσας ὡς πρὸς μάχην,
合流して自分たちの軍勢とともに彼らの隣に陣を張ると、彼は兵士たちの疲労を回復させた。 彼らはリリュバイウムからアリミヌムまで四十日間連続で行軍してきたからである。 その一方で、戦闘に向けたあらゆる準備を進めた。
§3.68.15αὐτὸς δʼ ἐπιμελῶς συνήδρευε τῷ Ποπλίῳ, τὰ μὲν ἤδη γεγονότα πυνθανόμενος, περὶ δὲ τῶν παρόντων συνδιανοούμενος.
彼自身はプブリウスと緊密に協議を重ね、すでに起きたことについて尋ね、現状について共に思案した。