Humanitext Reader

波利比奥斯 · 历史 §3.69.1-3.69.14

克拉斯蒂迪乌姆的陷落与前哨战

第 228 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔通过背叛占领了克拉斯蒂迪乌姆,并派兵袭击了持观望态度的凯尔特人。为此提贝里乌斯派出罗马军队援助,引发了一场罗马军占优的小规模冲突。

§3.69.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀννίβας πραξικοπήσας πόλιν Κλαστίδιον, ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου, κατέσχε.
与此同时,汉尼拔因一个受罗马人信任并受托驻守的布伦特西乌姆人将该城献出,通过计谋占领了克拉斯蒂迪乌姆城。
§3.69.2γενόμενος δὲ κύριος τῆς φρουρᾶς καὶ τῆς τοῦ σίτου παραθέσεως τούτῳ μὲν πρὸς τὸ παρὸν ἐχρήσατο, τοὺς δὲ παραληφθέντας ἄνδρας ἀβλαβεῖς μεθʼ ἑαυτοῦ προῆγε, §3.69.3δεῖγμα βουλόμενος ἐκφέρειν τῆς σφετέρας προαιρέσεως πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρʼ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους.
他在控制了守备队和谷物储备后,暂时利用了后者,而将俘获的人员毫发无损地带在身边一同前进,这是因为他希望展示自己政策的范例,使那些为局势所困的人不致心怀恐惧,也不对从他那里获得安全抱有绝望。
§3.69.4τὸν δὲ προδότην ἐτίμησε μεγαλείως, ἐκκαλέσασθαι σπουδάζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς Καρχηδονίων ἐλπίδας.
他还重赏了那个叛徒,急于诱使那些身处要职的人投向迦太基人的希望。
§3.69.5μετὰ δὲ ταῦτα συνθεωρήσας τινὰς τῶν Κελτῶν, οἳ κατῴκουν μεταξὺ τοῦ Πάδου καὶ τοῦ Τρεβία ποταμοῦ, πεποιημένους μὲν καὶ πρὸς αὑτὸν φιλίαν, διαπεμπομένους δὲ καὶ πρὸς Ῥωμαίους καὶ πεπεισμένους τῷ τοιούτῳ τρόπῳ τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν αὑτοῖς ὑπάρξειν, §3.69.6ἐξαποστέλλει πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ Κελτοὺς καὶ Νομάδας εἰς χιλίους, προστάξας ἐπιδραμεῖν αὐτῶν τὴν χώραν.
此后,他注意到居住在帕杜斯河与特雷比亚斯河之间的一些凯尔特人,虽然与他建立了友谊,但也向罗马人派遣使者,确信通过这种方式可以确保获得双方给予的安全,他便派遣了两千步兵以及约一千名凯尔特和努米底亚骑兵,命令他们袭击这些人的土地。
§3.69.7τῶν δὲ πραξάντων τὸ προσταχθὲν καὶ πολλὴν περιβαλομένων λείαν, εὐθέως οἱ Κελτοὶ παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, δεόμενοι σφίσι βοηθεῖν.
当受命者执行了命令并劫掠了大量财物时,那些凯尔特人立即来到罗马人的营地,请求给予他们援助。
§3.69.8Τεβέριος δὲ καὶ πάλαι ζητῶν ἀφορμὴν τοῦ πράττειν τότε λαβὼν πρόφασιν ἐξαπέστειλε τῶν μὲν ἱππέων τὸ πλεῖστον μέρος, πεζοὺς δὲ σὺν τούτοις ἀκοντιστὰς εἰς χιλίους.
提贝里乌斯早就一直在寻找行动的机会,此时得到了借口,便派出了大部分骑兵,并随同派出约一千名轻装步兵。
§3.69.9σπουδῇ δὲ τούτων προσμιξάντων πέραν τοῦ Τρεβία καὶ διαμαχομένων τοῖς πολεμίοις ὑπὲρ τῆς λείας, ἐτράπησαν οἱ Κελτοὶ σὺν τοῖς Νομάσι καὶ τὴν ἀποχώρησιν ἐπὶ τὸν ἑαυτῶν ἐποιοῦντο χάρακα.
当这些人迅速渡过特雷比亚斯河并为了争夺财物与敌人交战时,凯尔特人与努米底亚兵败退,向着自己的营地退却。
§3.69.10ταχὺ δὲ συννοήσαντες τὸ γινόμενον οἱ προκαθήμενοι τῆς τῶν Καρχηδονίων παρεμβολῆς ἐντεῦθεν ταῖς ἐφεδρείαις ἐβοήθουν τοῖς πιεζομένοις· οὗ γενομένου τραπέντες οἱ Ῥωμαῖοι πάλιν ἐποιοῦντο τὴν ἀπόλυσιν εἰς τὴν ἑαυτῶν παρεμβολήν.
迦太基军营前哨的人迅速察觉到发生的情况,便派预备队援助那些陷入苦战的己方人员;此事发生后,罗马人反遭败退,再次退回自己的营地。
§3.69.11Τεβέριος δὲ συνορῶν τὸ γινόμενον πάντας ἐπαφῆκε τοὺς ἵππους καὶ τοὺς ἀκοντιστάς.
提贝里乌斯目睹了这一情况,便派出了所有的骑兵和轻装步兵。
τούτου δὲ συμπεσόντος αὖθις ἐγκλίναντες οἱ Κελτοὶ πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἀπεχώρουν.
此举发生后,凯尔特人再次败退,退回安全地带。
§3.69.12ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἀπαράσκευος ὢν πρὸς τὸ κρίνειν τὰ ὅλα καὶ νομίζων δεῖν μηδέποτε χωρὶς προθέσεως μηδʼ ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους, ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγαθοῦ, §3.69.13τότε μὲν ἐπέσχε τοὺς παρʼ αὑτοῦ συνεγγίσαντας τῷ χάρακι καὶ στῆναι μὲν ἐκ μεταβολῆς ἠνάγκασε, διώκειν δὲ καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐκώλυσε, διὰ τῶν ὑπηρετῶν καὶ σαλπιγκτῶν ἀνακαλούμενος.
但迦太基人的将军尚未做好决战的准备,并认为绝不应在没有计划的情况下、或仅仅因为偶发的机会而进行全面决战——这确实可以说是优秀统帅应尽的职责—— 此时他制止了己方逼近敌营的士兵,迫使他们转身停下,并通过传令官和号手将他们召回,阻止他们继续追击或与敌交战。
οἱ δὲ Ῥωμαῖοι βραχὺν ἐπισχόντες χρόνον ἀνέλυσαν, §3.69.14ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες.
罗马人停留了片刻便撤退了,他们自己仅损失了少数人,却消灭了较多数量的迦太基人。

词汇与语法注释

  1. §3.69.1ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου — “因受罗马人信任并受托的布伦特西乌姆人将其献出”之意的属格独立结构。完成时被动分词 `πεπιστευμένου` 在此作被动用法,意为“被信任的”或“被委以重任的”,修饰名词 `ἀνδρὸς`。
  2. §3.69.3πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρʼ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους — 由 `πρὸς τό` 引导不定式 `ἀπελπίζειν` 表示目的的结构。不定式的逻辑主语是宾格短语 `τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους`(为局势所困的人),而 `μὴ δεδιότας`(不怀恐惧地)是与该主语一致的宾格复数现在分词。
  3. §3.69.5συνθεωρήσας τινὰς τῶν Κελτῶν ... πεποιημένους μὲν ... διαπεμπομένους δὲ ... καὶ πεπεισμένους — 三个分词 `πεποιημένους`、`διαπεμπομένους` 和 `πεπεισμένους` 作宾语补足语,修饰知觉动词 `συνθεωρήσας` 的宾语 `τινὰς τῶν Κελτῶν`,构成“注意到部分凯尔特人已经……、又正在……、且确信……”的句式结构。
  4. §3.69.12ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγαθοῦ — 中性关系代词 `ὅπερ` 指代前文汉尼拔不轻易进行决战的谨慎态度(即 `μηδέποτε ... ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους` 所表达的整件事)。`φατέον` 是动形词(表示必须),引导以 `ὅπερ` 为主语、`ἔργον` 为表语的不定式 `εἶναι` 结构,意为“必须说这才是优秀将领的职责”。

引用这一段

波利比奥斯, 历史 §3.69.1-3.69.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.69.1-3.69.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。