§3.63.1τες ἐμακάριζον.
祝した。
Ἀννίβας δὲ διὰ τῶν προειρημένων τὴν προκειμένην διάθεσιν ἐνεργασάμενος ταῖς τῶν δυνάμεων ψυχαῖς,
ハンニバルは、上述のことによって、軍勢の心に目指していた心境を植え付けると、この後に自ら進み出来て、このために捕虜たちを連れてこさせたのだと語った。
§3.63.2μετὰ ταῦτα προελθὼν αὐτὸς τούτου χάριν ἔφη παρεισάγειν τοὺς αἰχμαλώτους, ἵνʼ ἐπὶ τῶν ἀλλοτρίων συμπτωμάτων ἐναργῶς θεασάμενοι τὸ συμβαῖνον βέλτιον ὑπὲρ τῶν σφίσι παρόντων βουλεύωνται πραγμάτων.
それは、他人の身に起こった不運を目の当たりにして、そこから生じる事態をはっきりと見極めることで、自分たちの直面している現実に照らし、より善い決断を下せるようにするためであった。
§3.63.3εἰς παραπλήσιον γὰρ αὐτοὺς ἀγῶνα καὶ καιρὸν τὴν τύχην συγκεκλεικέναι καὶ παραπλήσια τοῖς νῦν ἆθλα προτεθεικέναι.
なぜなら、運命は彼らを同様の闘いと状況へと追い込み、今しがた示されたものと同様の褒賞を彼らの前に提示しているからである。
§3.63.4δεῖν γὰρ ἢ νικᾶν ἢ θνήσκειν ἢ τοῖς ἐχθροῖς ὑποχειρίους γενέσθαι ζῶντας.
すなわち、勝つか、死ぬか、あるいは生きたまま敵の手中に落ちるかのいずれかでなければならない。
εἶναι δʼ ἐκ μὲν τοῦ νικᾶν ἆθλον οὐχ ἵππους καὶ σάγους, ἀλλὰ τὸ πάντων ἀνθρώπων γενέσθαι μακαριωτάτους, κρατήσαντας τῆς Ῥωμαίων εὐδαιμονίας,
そして、勝利から得られる褒賞は、馬や外套などではなく、ローマ人の繁栄を手に入れることによって、あらゆる人間の中で最も幸福な者となることである。
§3.63.5ἐκ δὲ τοῦ μαχομένους τι παθεῖν, διαγωνιζομένους ἕως τῆς ἐσχάτης ἀναπνοῆς ὑπὲρ τῆς καλλίστης ἐλπίδος μεταλλάξαι τὸν βίον ἐν χειρῶν νόμῳ, μηδενὸς κακοῦ λαβόντας πεῖραν,
一方で、戦いの中で命を落とすことになれば、最も輝かしい希望のために最後の息を引き取るまで戦い抜き、何の災いも経験することなく、戦闘の中で命を終えることになる。
§3.63.6τοῖς δʼ ἡττωμένοις καὶ διὰ τὴν πρὸς τὸ ζῆν ἐπιθυμίαν ὑπομένουσι φεύγειν ἢ κατʼ ἄλλον τινὰ τρόπον ἑλομένοις τὸ ζῆν παντὸς κακοῦ καὶ πάσης ἀτυχίας μετασχεῖν.
しかし、敗北して生き長らえたいという望みのために逃亡を甘んじて受け入れるか、あるいは他のいかなる方法であれ生き延びることを選ぶ者たちにとっては、あらゆる災いとあらゆる不運を分かち合うことになる。
§3.63.7οὐδένα γὰρ οὕτως ἀλόγιστον οὐδὲ νωθρὸν αὐτῶν ὑπάρχειν, ὃς μνημονεύων μὲν τοῦ μήκους τῆς ὁδοῦ τῆς διηνυσμένης ἐκ τῶν πατρίδων, μνημονεύων δὲ τοῦ πλήθους τῶν μεταξὺ πολεμίων, εἰδὼς δὲ τὰ μεγέθη τῶν ποταμῶν ὧν διεπέρασεν, ἐλπίσαι ποτʼ ἂν ὅτι φεύγων εἰς τὴν οἰκείαν ἀφίξεται.
というのも、祖国から踏破してきた道のりの長さ、その間に存在する敵の多さを記憶し、また渡ってきた河川の巨大さを知っていながら、逃亡することによって自分の故郷にたどり着けると期待できるほど、愚かで無気力な者は彼らの中に一人もいないからである。
§3.63.8διόπερ ᾤετο δεῖν αὐτούς, ἀποκεκομμένης καθόλου τῆς τοιαύτης ἐλπίδος, τὴν αὐτὴν διάληψιν ποιεῖσθαι περὶ τῶν καθʼ αὑτοὺς πραγμάτων ἥνπερ ἀρτίως ἐποιοῦντο περὶ τῶν ἀλλοτρίων συμπτωμάτων.
それゆえ、そのような希望が完全に断たれている以上、自分たちの直面している状況についても、先ほど他人の不運に対して抱いたのと全く同じ判断を下さねばならない、と彼は考えた。
§3.63.9καθάπερ γὰρ ἐπʼ ἐκείνων τὸν μὲν νικήσαντα καὶ τεθνεῶτα πάντες ἐμακάριζον τοὺς δὲ ζῶντας ἠλέουν, οὕτως ᾤετο δεῖν καὶ περὶ τῶν καθʼ αὑτοὺς διαλαμβάνειν καὶ πάντας ἰέναι πρὸς τοὺς ἀγῶνας, μάλιστα μὲν νικήσοντας, ἂν δὲ μὴ τοῦτʼ ᾖ δυνατόν, ἀποθανουμένους.
すなわち、先ほどの者たちのうち、勝利した者と死んだ者を誰もが祝福し、生き残った者を憐れんだように、自分たちのことについても同様に受け止め、全員が戦闘へと臨むべきであり、最も望ましいのは勝利すること、それが不可能であれば死ぬことである、と彼は考えた。
§3.63.10τὴν δὲ τοῦ ζῆν ἡττημένους ἐλπίδα κατὰ μηδένα τρόπον ἠξίου λαμβάνειν ἐν νῷ.
そして、敗北した上で生き長らえるという希望は、いかなる形でも心に抱くべきではないと求めた。
§3.63.11τούτῳ γὰρ χρησαμένων αὐτῶν τῷ λογισμῷ καὶ τῇ προθέσει ταύτῃ, καὶ τὸ νικᾶν ἅμα καὶ τὸ σῴζεσθαι προδήλως σφίσι συνεξακολουθήσειν.
なぜなら、彼らがこの思考と決意を抱くならば、勝利と生存の双方が同時に彼らにもたらされることは明白だからである。
§3.63.12πάντας γὰρ τοὺς ἢ κατὰ προαίρεσιν ἢ κατʼ ἀνάγκην τοιαύτῃ προθέσει κεχρημένους οὐδέποτε διεψεῦσθαι τοῦ κρατεῖν τῶν ἀντιταξαμένων.
自らの選択であれ、あるいは必要に迫られてであれ、このような決意を抱いた者は誰一人として、立ち向かう敵を圧倒することに失敗した例はないからである。
§3.63.13ὅταν δὲ δὴ καὶ τοῖς πολεμίοις συμβαίνῃ τὴν ἐναντίαν ἐλπίδα ταύτης ὑπάρχειν, ὃ νῦν ἐστι περὶ Ῥωμαίους, ὥστε φεύγουσι πρόδηλον εἶναι τοῖς πλείστοις τὴν σωτηρίαν, παρακειμένης αὐτοῖς τῆς οἰκείας, δῆλον ὡς ἀνυπόστατος γίνοιτʼ ἂν ἡ τῶν ἀπηλπικότων τόλμα.
さらに、敵の側がこれとは反対の希望を抱いている場合――これこそが現在のローマ人の状態であり、彼らは故郷がすぐ隣にあるため、逃亡すれば多くの者にとって生存が確実に見えているのであるが――自暴自棄となった者たちの勇気がどれほど屈強なものとなるかは極めて明白である。
§3.63.14τῶν δὲ πολλῶν ἀποδεχομένων τό τε παράδειγμα καὶ τοὺς λόγους καὶ λαμβανόντων ὁρμὴν καὶ παράστασιν οἵαν ὁ παρακαλῶν ἐσπούδασε, τότε μὲν ἐπαινέσας αὐτοὺς διαφῆκε, τῇ δʼ ἐπαύριον ἀναζυγὴν ἅμα τῷ φωτὶ παρήγγειλε.
兵士たちの多くはこの実例と言葉を受け入れ、彼を鼓舞した者が熱望した通りの熱意と気概を抱くようになった。 そこで彼は彼らを称賛して解散させ、翌日の夜明けとともに撤収の準備をするよう命じた。