Humanitext Reader

波利比奥斯 · 历史 §3.63.1-3.63.14

汉尼拔发表决死演说与鼓舞士气

第 222 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔向军队解释了让囚犯决斗的用意,强调他们正处于没有退路的相似境地,要么战胜要么死亡。这番话极大地鼓舞了士兵们的士气。

§3.63.1τες ἐμακάριζον.
部予以祝福。
Ἀννίβας δὲ διὰ τῶν προειρημένων τὴν προκειμένην διάθεσιν ἐνεργασάμενος ταῖς τῶν δυνάμεων ψυχαῖς, §3.63.2μετὰ ταῦτα προελθὼν αὐτὸς τούτου χάριν ἔφη παρεισάγειν τοὺς αἰχμαλώτους, ἵνʼ ἐπὶ τῶν ἀλλοτρίων συμπτωμάτων ἐναργῶς θεασάμενοι τὸ συμβαῖνον βέλτιον ὑπὲρ τῶν σφίσι παρόντων βουλεύωνται πραγμάτων.
汉尼拔通过上述方法,在军队的心中植入了所期望的心态后,随后自己走上前去,说他之所以带来这些俘虏,是为了让他们在别人的不幸中清楚地看到其后果,从而能针对自己眼前的处境做出更好的抉择。
§3.63.3εἰς παραπλήσιον γὰρ αὐτοὺς ἀγῶνα καὶ καιρὸν τὴν τύχην συγκεκλεικέναι καὶ παραπλήσια τοῖς νῦν ἆθλα προτεθεικέναι.
因为命运已将他们逼入相似的争斗与处境中,并将与眼前相似的奖赏摆在他们面前。
§3.63.4δεῖν γὰρ ἢ νικᾶν ἢ θνήσκειν ἢ τοῖς ἐχθροῖς ὑποχειρίους γενέσθαι ζῶντας.
因为他们必须要么战胜,要么死亡,要么活着落入敌人手中。
εἶναι δʼ ἐκ μὲν τοῦ νικᾶν ἆθλον οὐχ ἵππους καὶ σάγους, ἀλλὰ τὸ πάντων ἀνθρώπων γενέσθαι μακαριωτάτους, κρατήσαντας τῆς Ῥωμαίων εὐδαιμονίας,
而胜利的奖赏绝非马匹和斗篷,而是通过掌控罗马人的富庶,成为所有人中最幸福的人。
§3.63.5ἐκ δὲ τοῦ μαχομένους τι παθεῖν, διαγωνιζομένους ἕως τῆς ἐσχάτης ἀναπνοῆς ὑπὲρ τῆς καλλίστης ἐλπίδος μεταλλάξαι τὸν βίον ἐν χειρῶν νόμῳ, μηδενὸς κακοῦ λαβόντας πεῖραν, §3.63.6τοῖς δʼ ἡττωμένοις καὶ διὰ τὴν πρὸς τὸ ζῆν ἐπιθυμίαν ὑπομένουσι φεύγειν ἢ κατʼ ἄλλον τινὰ τρόπον ἑλομένοις τὸ ζῆν παντὸς κακοῦ καὶ πάσης ἀτυχίας μετασχεῖν.
另一方面,如果他们在战斗中牺牲,为了最美好的希望而战斗到最后一息,他们将在近战中结束生命,而不必经历任何痛苦;但对于那些战败、因贪生怕死而选择逃跑,或以其他方式苟活的人来说,则要承受一切痛苦与不幸。
§3.63.7οὐδένα γὰρ οὕτως ἀλόγιστον οὐδὲ νωθρὸν αὐτῶν ὑπάρχειν, ὃς μνημονεύων μὲν τοῦ μήκους τῆς ὁδοῦ τῆς διηνυσμένης ἐκ τῶν πατρίδων, μνημονεύων δὲ τοῦ πλήθους τῶν μεταξὺ πολεμίων, εἰδὼς δὲ τὰ μεγέθη τῶν ποταμῶν ὧν διεπέρασεν, ἐλπίσαι ποτʼ ἂν ὅτι φεύγων εἰς τὴν οἰκείαν ἀφίξεται.
因为他们当中没有任何人如此糊涂或迟钝,以至于在想到从祖国出发所走过的漫长路程,想到沿途数量众多的敌人,并深知所渡过的河流之宽广时,还会指望能通过逃跑回到自己的故乡。
§3.63.8διόπερ ᾤετο δεῖν αὐτούς, ἀποκεκομμένης καθόλου τῆς τοιαύτης ἐλπίδος, τὴν αὐτὴν διάληψιν ποιεῖσθαι περὶ τῶν καθʼ αὑτοὺς πραγμάτων ἥνπερ ἀρτίως ἐποιοῦντο περὶ τῶν ἀλλοτρίων συμπτωμάτων.
因此他认为,既然这种希望已被完全切断,他们应该对自己眼前的处境抱有与刚才对别人的不幸所抱有的完全相同的看法。
§3.63.9καθάπερ γὰρ ἐπʼ ἐκείνων τὸν μὲν νικήσαντα καὶ τεθνεῶτα πάντες ἐμακάριζον τοὺς δὲ ζῶντας ἠλέουν, οὕτως ᾤετο δεῖν καὶ περὶ τῶν καθʼ αὑτοὺς διαλαμβάνειν καὶ πάντας ἰέναι πρὸς τοὺς ἀγῶνας, μάλιστα μὲν νικήσοντας, ἂν δὲ μὴ τοῦτʼ ᾖ δυνατόν, ἀποθανουμένους.
因为正如在那些人当中,所有人都在祝福获胜者和死者,而怜悯活着的人一样,他认为他们也应当对自己的处境做出同样的判断,全体走向战场,最理想的是去夺取胜利,如果不能,就去死。
§3.63.10τὴν δὲ τοῦ ζῆν ἡττημένους ἐλπίδα κατὰ μηδένα τρόπον ἠξίου λαμβάνειν ἐν νῷ.
他要求他们决不能在心中抱有战败后苟活的希望。
§3.63.11τούτῳ γὰρ χρησαμένων αὐτῶν τῷ λογισμῷ καὶ τῇ προθέσει ταύτῃ, καὶ τὸ νικᾶν ἅμα καὶ τὸ σῴζεσθαι προδήλως σφίσι συνεξακολουθήσειν.
因为如果他们抱有这种想法和决心,胜利与安全显然会同时伴随着他们。
§3.63.12πάντας γὰρ τοὺς ἢ κατὰ προαίρεσιν ἢ κατʼ ἀνάγκην τοιαύτῃ προθέσει κεχρημένους οὐδέποτε διεψεῦσθαι τοῦ κρατεῖν τῶν ἀντιταξαμένων.
因为所有无论是自愿还是出于无奈而抱有这种决心的人,从未在战胜对手这件事上失望过。
§3.63.13ὅταν δὲ δὴ καὶ τοῖς πολεμίοις συμβαίνῃ τὴν ἐναντίαν ἐλπίδα ταύτης ὑπάρχειν, ὃ νῦν ἐστι περὶ Ῥωμαίους, ὥστε φεύγουσι πρόδηλον εἶναι τοῖς πλείστοις τὴν σωτηρίαν, παρακειμένης αὐτοῖς τῆς οἰκείας, δῆλον ὡς ἀνυπόστατος γίνοιτʼ ἂν ἡ τῶν ἀπηλπικότων τόλμα.
然而,如果敌人恰好抱有与此相反的希望——正如现在的罗马人那样,由于家园近在咫尺,对大多数人来说逃跑即可保全性命——那么显然,这些断绝了退路的人所爆发出的勇气将是无可阻挡的。
§3.63.14τῶν δὲ πολλῶν ἀποδεχομένων τό τε παράδειγμα καὶ τοὺς λόγους καὶ λαμβανόντων ὁρμὴν καὶ παράστασιν οἵαν ὁ παρακαλῶν ἐσπούδασε, τότε μὲν ἐπαινέσας αὐτοὺς διαφῆκε, τῇ δʼ ἐπαύριον ἀναζυγὴν ἅμα τῷ φωτὶ παρήγγειλε.
大多数人接受了这一榜样和这番话,并产生了鼓舞者所期望的那种冲劲与斗志。 于是,汉尼拔赞扬了他们并予以遣散,并命令在次日黎明时分拔营出发。

词汇与语法注释

  1. 3.63.3τὴν τύχην συγκεκλεικέναι — 由前一节的 ἔφη 引导的间接引语中的“对格+不定式”结构。τὴν τύχην 是不定式 συγκεκλεικέναι 和 προτεθεικέναι 的逻辑主语(对格),而 αὐτούς 是 συγκεκλεικέναι 的直接宾语。在直接引语中,此处应为直陈式完成时:ἡ τύχη συγκέκλεικε...
  2. 3.63.5τοῦ μαχομένους τι παθεῖν — 介词 ἐκ 的宾语,为属格的冠词性不定式。μαχομένους 是与不定式暗含的逻辑主语(对格,指代士兵,因而用复数对格)相一致的分词。此外,τι παθεῖν(遭受某事)是希腊语中表示“死亡”的常用委婉说法。
  3. 3.63.13γίνοιτʼ ἂν ἡ τῶν ἀπηλπικότων τόλμα — 一个混合条件句结构,其中由连词 ὅταν(带虚拟式 συμβαίνῃ)引导的条件从句表示一般的现在条件,而主句则包含一个潜在希求式(γίνοιτο 带 ἄν)。这种结构主观地强调了那些绝望之人的“大胆”在面对敌人时会变得多么不可阻挡的可能性。

引用这一段

波利比奥斯, 历史 §3.63.1-3.63.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.63.1-3.63.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。