§3.62.1κατὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη συνεγγίζοντες ἀλλήλοις Ἀννίβας καὶ Πόπλιος ἐπεβάλοντο παρακαλεῖν τὰς ἑαυτῶν δυνάμεις, ἑκάτερος προθέμενος τὰ πρέποντα τοῖς παροῦσι καιροῖς.
この時期に、すでに互いに近づきつつあったハンニバルとプブリウスは、現在の状況にふさわしい言葉をそれぞれ心に用意して、自身の軍勢を鼓舞することを企てた。
§3.62.2Ἀννίβας μὲν οὖν διὰ τοιοῦδέ τινος ἐνεχείρει τρόπου ποιεῖσθαι τὴν παραίνεσιν.
そこで、ハンニバルは次のような方法で激励を行おうと試みた。
§3.62.3συναγαγὼν γὰρ τὰ πλήθη παρήγαγεν νεανίσκους τῶν αἰχμαλώτων, οὓς εἰλήφει κακοποιοῦντας τὴν πορείαν ἐν ταῖς περὶ τὰς Ἄλπεις δυσχωρίαις.
彼は兵士たちを集めると、アルプス近辺の難所で自軍の行軍を妨害していたところを捕虜にした、若者たちを連れてこさせた。
§3.62.4τούτους δὲ κακῶς διετίθετο, παρασκευαζόμενος πρὸς τὸ μέλλον·
彼は将来のために準備をして、これらの者たちを過酷に扱っていた。
καὶ γὰρ δεσμοὺς εἶχον βαρεῖς καὶ τῷ λιμῷ συνέσχηντο, καὶ ταῖς πληγαῖς αὐτῶν τὰ σώματα διέφθαρτο.
というのも、彼らは重い枷をはめられ、飢えに苦しめられ、その肉体は鞭打たれて損なわれていたからである。
§3.62.5καθίσας οὖν τούτους εἰς τὸ μέσον προέθηκε πανοπλίας Γαλατικάς, οἵαις εἰώθασιν οἱ βασιλεῖς αὐτῶν, ὅταν μονομαχεῖν μέλλωσιν, κατακοσμεῖσθαι·
そこで彼は、彼らを中央に座らせると、彼らの王たちが一騎打ちをしようとするときに身を包む習慣のあるガリア式の武具一式を前に並べた。
πρὸς δὲ τούτοις ἵππους παρέστησε καὶ σάγους εἰσήνεγκε πολυτελεῖς.
さらに、これに加えて馬をそばに引かせ、豪華な外套を持ち込ませた。
§3.62.6κἄπειτα τῶν νεανίσκων ἤρετο τίνες αὐτῶν βούλονται διαγωνίσασθαι πρὸς ἀλλήλους ἐφʼ ᾧ τὸν μὲν νικήσαντα τὰ προκείμενα λαμβάνειν ἆθλα, τὸν δʼ ἡττηθέντα τῶν παρόντων ἀπηλλάχθαι κακῶν, τελευτήσαντα τὸν βίον.
そして若者たちに、勝った者は目の前にある褒賞を受け取り、負けた者は命を落とすことで現在の苦難から解放されるという条件で、互いに戦うことを望む者は誰かと尋ねた。
§3.62.7πάντων δʼ ἀναβοησάντων ἅμα καὶ δηλούντων ὅτι βούλονται μονομαχεῖν, κληρώσασθαι προσέταξε καὶ δύο τοὺς λαχόντας καθοπλισαμένους ἐκέλευσε μάχεσθαι πρὸς ἀλλήλους.
全員が一斉に声を上げて一騎打ちを望むことを示すと、彼はくじを引くように命じ、くじに当たった二名に武具を身につけさせて互いに戦うよう命じた。
§3.62.8παραυτίκα μὲν οὖν ἀκούσαντες οἱ νεανίσκοι ταῦτα καὶ τὰς χεῖρας ἐξαίροντες εὔχοντο τοῖς θεοῖς, σπεύδων ἕκαστος αὐτὸς γενέσθαι τῶν λαχόντων.
そこで、若者たちはこの話を聞くやいなや、手を差し上げて、各自が自分こそくじに当たる者となるように神々に祈った。
§3.62.9ἐπεὶ δʼ ἐδηλώθη τὰ κατὰ τὸν κλῆρον, ἦσαν οἱ μὲν εἰληχότες περιχαρεῖς, οἱ δʼ ἄλλοι τοὐναντίον.
そしてくじの結果が明らかになると、当たった者たちは大喜びし、他の者たちはその反対であった。
§3.62.10γενομένης δὲ τῆς μάχης οὐχ ἧττον ἐμακάριζον οἱ περιλειπόμενοι τῶν αἰχμαλώτων τὸν τεθνεῶτα τοῦ νενικηκότος, ὡς πολλῶν καὶ μεγάλων κακῶν ἐκείνου μὲν ἀπολελυμένου, σφᾶς δʼ αὐτοὺς ἀκμὴν ὑπομένοντας.
戦いが終わると、生き残った他の捕虜たちは、勝者と同じくらい死者を羨んだ。 なぜなら、死者は多くのかつ重大な苦難から解放されたのに対し、自分たちは依然としてそれらを耐え忍ばねばならないからである。
§3.62.11ἦν δὲ παραπλησία καὶ περὶ τοὺς πολλοὺς τῶν Καρχηδονίων ἡ διάληψις·
カルタゴ人の多くの間でも同様の受け止め方がなされていた。
ἐκ παραθέσεως γὰρ θεωρουμένης τῆς τῶν ἀγομένων καὶ ζώντων ταλαιπωρίας, τούτους μὲν ἠλέουν, τὸν δὲ τεθνεῶτα πάν
というのも、連れてこられ生きながらえている者たちの悲惨さが対比の中で観察されたため、彼らはこれらの者たちを憐れみ、一方で死んだ者を全員…