§3.64.1Πόπλιος δὲ περὶ τὰς αὐτὰς ἡμέρας τὸν Πάδον ποταμὸν ἤδη πεπεραιωμένος, τὸν δὲ Τίκινον κρίνων εἰς τοὔμπροσθεν διαβαίνειν, τοῖς μὲν ἐπιτηδείοις γεφυροποιεῖν παρήγγειλε, τὰς δὲ λοιπὰς δυνάμεις συναγαγὼν παρεκάλει.
プブリウスは、同じころにすでにポー川を渡り終えており、さらに先へ進むためにティキヌス川を渡ることを決断すると、適した者たちに橋を架けるよう命じ、残りの軍勢を集めて彼らを鼓舞した。
§3.64.2τὰ μὲν οὖν πολλὰ τῶν λεγομένων ἦν περί τε τοῦ τῆς πατρίδος ἀξιώματος καὶ τῶν προγονικῶν πράξεων, τὰ δὲ τοῦ παρεστῶτος καιροῦ τοιάδε.
語られた内容の大部分は、祖国の尊厳や祖先の偉業に関するものであったが、現在の状況に関する部分は次のようなものであった。
§3.64.3ἔφη γὰρ δεῖν καὶ μηδεμίαν μὲν εἰληφότας πεῖραν ἐπὶ τοῦ παρόντος τῶν ὑπεναντίων, αὐτὸ δὲ τοῦτο γινώσκοντας ὅτι μέλλουσι πρὸς Καρχηδονίους κινδυνεύειν, ἀναμφισβήτητον ἔχειν τὴν τοῦ νικᾶν ἐλπίδα,
というのも、たとえ現時点で敵を実際に経験していなくとも、カルタゴ人と戦おうとしているという、まさにそのことを知っているだけでも、勝利への希望を揺るぎないものとすべきであると彼は語ったからである。
§3.64.4καὶ καθόλου δεινὸν ἡγεῖσθαι καὶ παράλογον, εἰ τολμῶσι Καρχηδόνιοι Ῥωμαίοις ἀντοφθαλμεῖν, πολλάκις μὲν ὑπʼ αὐτῶν ἡττημένοι, πολλοὺς δʼ ἐξενηνοχότες φόρους, μόνον δʼ οὐχὶ δουλεύοντες αὐτοῖς ἤδη τοσούτους χρόνους.
そして、カルタゴ人がローマ人に立ち向かうような大胆さを示すとすれば、それは全体として恐るべきことであり、不条理なことと考えねばならない、彼らは何度もローマ人に敗北し、多くの貢納金を支払い、これほど長い間、ほとんど奴隷となっていたも同然なのだから、と。
§3.64.5ὅταν δέ, χωρὶς τῶν προειρημένων, καὶ τῶν νῦν παρόντων ἀνδρῶν ἔχωμεν ἐπὶ ποσὸν πεῖραν ὅτι μόνον οὐ τολμῶσι κατὰ πρόσωπον ἰδεῖν ἡμᾶς, τίνα χρὴ διάληψιν ποιεῖσθαι περὶ τοῦ μέλλοντος τοὺς ὀρθῶς λογιζομένους;
その上、上述のことに加えて、現在直面している者たちについても、彼らが我々の顔をまともに見ることすらほとんどあえてしない、という程度には実際に経験しているときに、正しく考える者が将来についてどのような判断を下べきであろうか。
§3.64.6καὶ μὴν οὔτε τοὺς ἱππεῖς συμπεσόντας τοῖς παρʼ αὑτῶν ἱππεῦσι περὶ τὸν Ῥοδανὸν ποταμὸν ἀπαλλάξαι καλῶς, ἀλλὰ πολλοὺς ἀποβαλόντας αὑτῶν φυγεῖν αἰσχρῶς μέχρι τῆς ἰδίας παρεμβολῆς,
実際、カルタゴの騎兵は、ローヌ川の付近で我々の騎兵と衝突した際に、うまく切り抜けることができず、多くの味方を失って、自分たちの陣営までみっともなく逃げ帰った。
§3.64.7τόν τε στρατηγὸν αὐτῶν καὶ τὴν σύμπασαν δύναμιν ἐπιγνόντας τὴν παρουσίαν τῶν ἡμετέρων στρατιωτῶν φυγῇ παραπλησίαν ποιήσασθαι τὴν ἀποχώρησιν καὶ παρὰ τὴν αὑτῶν προαίρεσιν διὰ τὸν φόβον κεχρῆσθαι τῇ διὰ τῶν Ἄλπεων πορείᾳ.
また、彼らの将軍と全軍勢は、我々の兵士たちの現出を察知すると、逃亡に等しい撤退を行い、恐怖のために自分たちの当初の意図に反してアルプス越えの道を取った。
§3.64.8παρεῖναι δὲ καὶ νῦν ἔφη τὸν Ἀννίβαν, κατεφθαρκότα μὲν τὸ πλεῖστον μέρος τῆς δυνάμεως, τὸ δὲ περιλειπόμενον ἀδύνατον καὶ δύσχρηστον ἔχοντα διὰ τὴν κακουχίαν, ὁμοίως δὲ καὶ τῶν ἵππων τοὺς μὲν πλείστους ἀπολωλεκότα, τοὺς δὲ λοιποὺς ἠχρειωκότα διὰ τὸ μῆκος καὶ τὴν δυσχέρειαν τῆς ὁδοῦ.
さらに彼は、現在ハンニバルがここにいるのも、軍勢の大部分を失い、生き残った者たちも過酷な状況のゆえに無力で使い物にならない状態にあり、同様に馬についても大部分を失い、残された馬も道のりの長さと困難さのために役に立たなくなっているからだ、と語った。
§3.64.9διʼ ὧν ἐπιδεικνύειν ἐπειρᾶτο διότι μόνον ἐπιφανῆναι δεῖ τοῖς πολεμίοις.
これらによって、彼は敵の前にただ姿を現すだけで十分であることを示そうとした。
§3.64.10μάλιστα δʼ ἠξίου θαρρεῖν αὐτοὺς βλέποντας εἰς τὴν αὑτοῦ παρουσίαν·
そして、特に自分の存在に目を向けることで勇気を持つよう求めた。
οὐδέποτε γὰρ ἂν ἀπολιπὼν τὸν στόλον καὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, ἐφʼ ἃς ἀπεστάλη, δεῦρο μετὰ τοιαύτης ἐλθεῖν σπουδῆς, εἰ μὴ καὶ λίαν ἐκ τῶν κατὰ λόγον ἑώρα τὴν πρᾶξιν ταύτην ἀναγκαίαν μὲν οὖσαν τῇ πατρίδι, πρόδηλον δʼ ἐν αὐτῇ τὴν νίκην ὑπάρχουσαν.
というのも、合理的な判断から、この作戦が祖国にとって極めて不可欠であると同時に、そこでの勝利が明白であると確信していなかったならば、本来派遣された任務であった艦隊やイベリアでの軍事行動を放棄して、これほどの急ぎ足でここに来ることは決してなかったはずだからである。
§3.64.11πάντων δὲ καὶ διὰ τὴν τοῦ λέγοντος πίστιν καὶ διὰ τὴν τῶν λεγομένων ἀλήθειαν ἐκθύμως ἐχόντων πρὸς τὸ κινδυνεύειν, ἀποδεξάμενος αὐτῶν τὴν ὁρμὴν διαφῆκε, προσπαρακαλέσας ἑτοίμους εἶναι πρὸς τὸ παραγγελλόμενον.
話し手への信頼と、語られたことの真実性の双方のゆえに、全員が戦闘に臨むことに熱意をみなぎらせると、彼は彼らの気概を受け入れて解散させ、命令があればすぐに動けるよう準備しておくことをさらに求めた。