§3.60.1τὸ μὲν οὖν πλῆθος τῆς δυνάμεως, ὅπερ ἔχων Ἀννίβας ἐνέβαλεν εἰς Ἰταλίαν, ἤδη δεδηλώκαμεν.
さて、ハンニバルが率いてイタリアに侵入した軍勢の数については、すでに明らかにしたところである。
§3.60.2μετὰ δὲ τὴν εἰσβολὴν καταστρατοπεδεύσας ὑπʼ αὐτὴν τὴν παρώρειαν τῶν Ἄλπεων τὰς μὲν ἀρχὰς ἀνελάμβανε τὰς δυνάμεις.
侵入の後、彼はアルプスの麓のすぐ下に陣を敷き、当初は軍勢を回復させることに努めた。
§3.60.3οὐ γὰρ μόνον ὑπὸ τῶν ἀναβάσεων καὶ καταβάσεων, ἔτι δὲ τραχυτήτων τῶν κατὰ τὰς ὑπερβολάς, δεινῶς τεταλαιπωρήκει τὸ σύμπαν αὐτῷ στρατόπεδον, ἀλλὰ καὶ τῇ τῶν ἐπιτηδείων σπάνει καὶ ταῖς τῶν σωμάτων ἀθεραπευσίαις κακῶς ἀπήλλαττε.
というのも、登り下り、さらには峠を越える際の道の険しさによって、彼の全軍がひどく疲弊していただけでなく、食料の不足と身体の管理が行き届かなかったことによって、悲惨な状態に陥っていたからである。
§3.60.4πολλοὶ δὲ καὶ καθυφεῖνθʼ ἑαυτοὺς ὁλοσχερῶς διὰ τὴν ἔνδειαν καὶ συνέχειαν τῶν πόνων.
また、多くの者が欠乏と絶え間ない労苦のために、完全に力尽きて倒れた。
οὔτε γὰρ διακομίζειν εἰς τοσαύτας μυριάδας διὰ τοιούτων τόπων δαψιλῆ τὰ πρὸς τὴν τροφὴν οἷοί τʼ ἦσαν, ἅ τε καὶ παρεκόμιζον, ἅμα τῇ τῶν ὑποζυγίων καταφθορᾷ καὶ τούτων τὰ πλεῖστα συναπώλλυτο.
というのも、このような場所を通じて、これほど多くの万の軍勢のために十分な食料を輸送することは不可能であり、彼らが輸送していたものでさえ、荷獣たちの死滅とともに、その大部分が同時に失われてしまったからである。
§3.60.5διόπερ ὁρμήσας ἀπὸ τῆς τοῦ Ῥοδανοῦ διαβάσεως, πεζοὺς μὲν εἰς ὀκτακισχιλίους καὶ τρισμυρίους ἔχων ἱππεῖς δὲ πλείους ὀκτακισχιλίων, σχεδόν που τὴν ἡμίσειαν τῆς δυνάμεως, καθάπερ ἐπάνω προεῖπον, ἐν ταῖς ὑπερβολαῖς διέφθειρεν.
それゆえ、ローヌ川の渡河から出発した際、歩兵約三万八千、騎兵八千以上を率いていたが、上に述べたように、その軍勢のほぼ半分を、彼は峠越えにおいて失ってしまった。
§3.60.6οἵ γε μὴν σωθέντες καὶ ταῖς ἐπιφανείαις καὶ τῇ λοιπῇ διαθέσει διὰ τὴν συνέχειαν τῶν προειρημένων πόνων οἷον ἀποτεθηριωμένοι πάντες ἦσαν.
しかし、生き残った者たちは、上述の絶え間ない労苦のために、外見においてもその他の状態においても、誰もがまるで野獣のようになっていた。
§3.60.7πολλὴν οὖν ποιούμενος πρόνοιαν Ἀννίβας τῆς ἐπιμελείας αὐτῶν ἀνεκτᾶτο καὶ τὰς ψυχὰς ἅμα καὶ τὰ σώματα τῶν ἀνδρῶν, ὁμοίως δὲ καὶ τῶν ἵππων.
そこでハンニバルは彼らの世話に細心の注意を払い、兵士たちの心と体を、同様に馬たちのそれをも回復させた。
§3.60.8μετὰ δὲ ταῦτα, προσανειληφυίας ἤδη τῆς δυνάμεως, τῶν Ταυρίνων, οἳ τυγχάνουσι πρὸς τῇ παρωρείᾳ κατοικοῦντες, στασιαζόντων μὲν πρὸς τοὺς Ἴνσομβρας ἀπιστούντων δὲ τοῖς Καρχηδονίοις, §3.60.9τὸ μὲν πρῶτον αὐτοὺς εἰς φιλίαν προυκαλεῖτο καὶ συμμαχίαν·
この後、軍勢がすでに回復した時、山麓に居住しているタウリノイ人が、インスブレス人と紛争状態にあり、かつカルタゴ人を信用していなかったため、彼は最初、彼らに友好と同盟を呼びかけた。
οὐχ ὑπακουόντων δὲ περιστρατοπεδεύσας τὴν βαρυτάτην πόλιν ἐν τρισὶν ἡμέραις ἐξεπολιόρκησεν.
しかし、彼らがこれに応じなかったため、彼はその最も強固な都市を包囲し、三日のうちに攻め落とした。
§3.60.10κατασφάξας δὲ τοὺς ἐναντιωθέντας αὐτῷ τοιοῦτον ἐνειργάσατο φόβον τοῖς σύνεγγυς κατοικοῦσιν τῶν βαρβάρων ὥστε πάντας ἐκ χειρὸς παραγίνεσθαι, διδόντας αὑτοὺς εἰς τὴν πίστιν.
そして、自分に敵対した者たちを虐殺することで、近隣に住むバルバロイたちに多大な恐怖を植え付け、その結果、すべての者が直ちにやって来て、自らを彼の信義に委ねる(降伏する)こととなった。
§3.60.11τὸ δὲ λοιπὸν πλῆθος τῶν τὰ πεδία κατοικούντων Κελτῶν ἐσπούδαζε μὲν κοινωνεῖν τοῖς Καρχηδονίοις τῶν πραγμάτων κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολήν·
平原に住むケルト人のその他の大多数は、当初の計画に従って、カルタゴ人と行動を共にすることを熱望していた。
§3.60.12παρηλλαχότων δὲ τῶν Ῥωμαϊκῶν στρατοπέδων ἤδη τοὺς πλείστους αὐτῶν καὶ διακεκλεικότων, ἡσυχίαν ἦγον·
しかし、ローマの軍勢がすでに彼らの大部分を通り越し、また遮断していたため、彼らは静観していた。
τινὲς δὲ καὶ συστρατεύειν ἠναγκάζοντο τοῖς Ῥωμαίοις.
中にはローマ軍への従軍を余儀なくされている者さえいた。
§3.60.13εἰς ἃ βλέπων Ἀννίβας ἔκρινε μὴ μέλλειν ἀλλὰ προάγειν εἰς τοὔμπροσθεν καὶ πράττειν τι πρὸς τὸ θαρρῆσαι τοὺς βουλομένους μετέχειν σφίσι τῶν αὐτῶν ἐλπίδων.
これらを見据えて、ハンニバルは躊躇することなく前方へと進軍し、自分たちと同じ希望を分かち合うことを望む者たちに勇気を与えるような、何らかの行動を起こすことを決意した。