§3.59.1ἀναγγεῖλαι.
報告すること。
διόπερ οὐ δυσχεροῦς ἀλλʼ ἀδυνάτου σχεδὸν ὑπαρχούσης κατά γε τοὺς προγεγονότας καιροὺς τῆς ἀληθοῦς ἱστορίας ὑπὲρ τῶν προειρημένων, οὐκ εἴ τι παρέλιπον οἱ συγγραφεῖς ἢ διήμαρτον, ἐπιτιμᾶν αὐτοῖς ἄξιον,
それゆえ、過去の時代においては、上述の事柄について真実の歴史を記すことが困難であるどころかほぼ不可能であったため、歴史家たちが何かを省略したり誤ったりしたとしても、彼らを非難することはふさわしくない。
§3.59.2ἀλλʼ ἐφʼ ὅσον ἔγνωσάν τι καὶ προεβίβασαν τὴν ἐμπειρίαν τὴν περὶ τούτων ἐν τοιούτοις καιροῖς, ἐπαινεῖν καὶ θαυμάζειν αὐτοὺς δίκαιον.
そうではなく、彼らが何かを知り、そのような時代においてこれらに関する知識を前進させた限りにおいて、彼らを称賛し、賞賛することが正しい。
§3.59.3ἐν δὲ τοῖς καθʼ ἡμᾶς τῶν μὲν κατὰ τὴν Ἀσίαν διὰ τὴν Ἀλεξάνδρου δυναστείαν τῶν δὲ λοιπῶν τόπων διὰ τὴν Ῥωμαίων ὑπεροχὴν σχεδὸν ἁπάντων πλωτῶν καὶ πορευτῶν γεγονότων, §3.59.4ἀπολελυμένων δὲ καὶ τῶν πρακτικῶν ἀνδρῶν τῆς περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις φιλοτιμίας, ἐκ δὲ τούτων πολλὰς καὶ μεγάλας ἀφορμὰς εἰληφότων εἰς τὸ πολυπραγμονεῖν καὶ φιλομαθεῖν περὶ τῶν προειρημένων, §3.59.5δέον ἂν εἴη καὶ βέλτιον γινώσκειν καὶ ἀληθινώτερον ὑπὲρ τῶν πρότερον ἀγνοουμένων.
他方、我々の時代においては、アジアの諸地域はアレクサンドロスの支配によって、残りの場所はローマ人の優越によって、ほぼすべてが航行可能かつ通行可能になり、また、実務家たちも軍事や政治の活動に関する野心から解放され、これらの事情から上述の事柄について探究し知識を求めるための多くの大きな機会を得たので、以前は知られていなかった事柄について、より良く、またより真実に知ることが必要であり、また望ましいであろう。
ὅπερ ἡμεῖς αὐτοί τε πειρασόμεθα ποιεῖν,
このことを、我々自身も試みるつもりである。
§3.59.6λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησόμεθα συνεπιστῆσαι περὶ τῶν προειρημένων,
この著作において、この部分に適した場所を確保した上で、また、探究心のある人々が上述の事柄についてより包括的に注意を向けることを、我々は望んでいる。
§3.59.7ἐπειδὴ καὶ τὸ πλεῖον τούτου χάριν ὑπεδεξάμεθα τοὺς κινδύνους [καὶ τὰς κακοπαθείας] τοὺς συμβάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν, ἔτι δὲ Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγκυροῦσαν θάλατταν,
なぜなら、我々がリビア、イベリア、さらにガリア、およびこれらの国々に外側から隣接する海において旅する中で遭遇した危険[と苦難]を引き受けたのも、主としてこのためだからである。
§3.59.8ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τούτοις γνώριμα ποιήσωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰκουμένης.
これらに関する過去の人々の無知を正し、ギリシア人に居住世界のこれらの部分をも知らせるために。
§3.59.9νῦν δʼ ἀναδραμόντες ἐπὶ τὴν παρέκβασιν τῆς διηγήσεως πειρασόμεθα δηλοῦν τοὺς γενομένους ἐκ παρατάξεως ἐν Ἰταλίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις ἀγῶνας.
しかし今は、叙述の脱線から引き返して、イタリアにおけるローマ人とカルタゴ人の間に繰り広げられた会戦による戦いを明らかにすることに努めよう。