§3.61.1προθέμενος δὲ ταῦτα καὶ τὸν Πόπλιον ἀκούων ἤδη διαβεβηκέναι τὸν Πάδον μετὰ τῶν δυνάμεων καὶ σύνεγγυς εἶναι, τὸ μὲν πρῶτον ἠπίστει τοῖς προσαγγελλομένοις,
これらのことを心に決めたものの、プブリウスがすでに軍勢を率いてパドス川を渡り、近くにいると聞いて、ハンニバルは最初、その報告を信じなかった。
§3.61.2ἐνθυμούμενος μὲν ὅτι πρότερον ἡμέραις ὀλίγαις αὐτὸν ἀπέλιπε περὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν, καὶ συλλογιζόμενος τόν τε πλοῦν τὸν ἀπὸ Μασσαλίας εἰς Τυρρηνίαν ὡς μακρὸς καὶ δυσπαρακόμιστος εἴη,
というのも、わずか数日前にローヌ川の渡河地点付近で彼を残してきたことを思い返し、また、マッサリアからティレニアへの航路がいかに長く、容易に航行しがたいものであるかを推し量っていたからである。
§3.61.3πρὸς δὲ τούτοις τὴν πορείαν ἱστορῶν τὴν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους διὰ τῆς Ἰταλίας μέχρι πρὸς τὰς Ἄλπεις ὡς πολλὴ καὶ δυσδίοδος ὑπάρχει στρατοπέδοις.
これに加えて、ティレニア海からイタリアを通りアルプスに至る陸路が、軍隊にとってはいかに長大で通過しがたいものであるかを、調べ知っていたからである。
§3.61.4πλειόνων δὲ καὶ σαφεστέρως ἀεὶ προσαγγελλόντων, ἐθαύμαζε καὶ κατεπέπληκτο τὴν ὅλην ἐπιβολὴν καὶ τὴν πρᾶξιν τοῦ στρατηγοῦ.
しかし、より多くの人々が常に、かつより明確に報告をもたらすにつれて、彼はその将軍の計画全体と行動に驚嘆し、圧倒された。
§3.61.5τὸ δὲ παραπλήσιον συνέβαινε πάσχειν καὶ τὸν Πόπλιον·
これとよく似た経験をプブリウスもまたすることとなった。
τὰς μὲν γὰρ ἀρχὰς οὐδʼ ἐπιβάλλεσθαι τῇ διὰ τῶν Ἄλπεων ἤλπισε πορείᾳ τὸν Ἀννίβαν δυνάμεσιν ἀλλοφύλοις·
というのも、当初は、ハンニバルが異民族の軍勢を率いてアルプス越えの行軍を企てることなど思いもしなかったからである。
εἰ δὲ καὶ τολμήσαι, καταφθαρήσεσθαι προδήλως αὐτὸν ὑπελάμβανεν.
また、もし敢行したとしても、明らかに自滅するだろうと考えていた。
διόπερ ἐν τοιούτοις ὢν διαλογισμοῖς, §3.61.6ὡς ἐπυνθάνετο καὶ σεσῶσθαι καὶ πολιορκεῖν αὐτὸν ἤδη τινὰς πόλεις ἐν Ἰταλίᾳ, κατεπέπληκτο τὴν τόλμαν καὶ τὸ παράβολον τἀνδρός.
それゆえ、このような考えの中にあったが、ハンニバルが無事に切り抜け、すでにイタリアのいくつかの都市を包囲していると聞くや、その男の大胆さと無謀さに圧倒された。
§3.61.7τὸ δʼ αὐτὸ συνέβαινεν καὶ τοῖς ἐν τῇ Ῥώμῃ πεπονθέναι περὶ τῶν προσπιπτόντων.
ローマにいる者たちもまた、舞い込む知らせに対して同様の経験をしていた。
§3.61.8ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης ὑπὲρ τῶν Καρχηδονίων ὅτι Ζάκανθαν εἰλήφασιν, καὶ πρὸς ταύτην βεβουλευμένων τὴν ἔννοιαν, καὶ τὸν μὲν ἕνα τῶν στρατηγῶν ἐξαπεσταλκότων εἰς τὴν Λιβύην, ὡς αὐτὴν τὴν Καρχηδόνα πολιορκήσοντα, τὸν ἕτερον δʼ εἰς Ἰβηρίαν, ὡς πρὸς Ἀννίβαν ἐκεῖ διαπολεμήσοντα, παρῆν ἀγγελία διότι πάρεστιν Ἀννίβας μετὰ δυνάμεως καὶ πολιορκεῖ τινας ἤδη πόλεις ἐν Ἰταλίᾳ.
というのも、カルタゴ人についてサグントゥムを攻略したという最後の知らせが届いたばかりで、これに基づいて対策を議論し、将軍のうちの一人をカルタゴ自体を包囲させるためにリビアへ派遣し、もう一人をイベリアでハンニバルと戦わせるためにそこへ派遣したばかりのところに、ハンニバルが軍勢を率いて到着しており、すでにイタリアのいくつかの都市を包囲しているという急報が届いたからである。
§3.61.9διότι παραδόξου φανέντος αὐτοῖς τοῦ γινομένου, διαταραχθέντες παραχρῆμα πρὸς τὸν Τεβέριον εἰς τὸ Λιλύβαιον ἐξαπέστελλον, δηλοῦντες μὲν τὴν παρουσίαν τῶν πολεμίων, οἰόμενοι δὲ δεῖν ἀφέμενον τῶν προκειμένων κατὰ σπουδὴν βοηθεῖν τοῖς ἰδίοις πράγμασιν.
そのため、起こっていることが彼らにとって予期せぬことと思われたので、動揺した彼らは直ちにリリュバイオンにいるティベリウスのもとへ使者を派遣し、敵の到来を知らせるとともに、彼が目の前の計画を放棄して急ぎ祖国の事態を救援すべく戻るべきであると考えた。
§3.61.10ὁ δὲ Τεβέριος τοὺς μὲν ἀπὸ τοῦ στόλου παραυτίκα συναθροίσας ἐξέπεμψε, παραγγείλας ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπʼ οἴκου·
ティベリウスは艦隊の者たちを直ちに招集して出航させ、本国へ向けて航行するよう命じた。
τὰς δὲ πεζικὰς δυνάμεις ἐξώρκισε διὰ τῶν χιλιάρχων, τάξας ἡμέραν ἐν ᾗ δεήσει πάντας ἐν Ἀριμίνῳ γενέσθαι κοιταίους.
また、歩兵の部隊には軍事大隊長を通じて誓いを立てさせ、全員がアリミヌムに集まり宿営すべき日を定めた。
§3.61.11αὕτη δʼ ἔστι πόλις παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κειμένη τῶν περὶ τὸν Πάδον πεδίων ὡς ἀπὸ μεσημβρίας.
この都市はアドリア海に臨み、パドス川平原の南端に位置している。
§3.61.12πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γινομένου, καὶ τῶν συμβαινόντων πᾶσι παρὰ δόξαν προσπιπτόντων, ἦν παρʼ ἑκάστοις ἐπίστασις ὑπὲρ τοῦ μέλλοντος οὐκ εὐκαταφρόνητος.
各方面から一斉に軍事行動が起こり、出来事がすべての人々にとって予想に反して降りかかってきたため、各々の間に、未来に対する無視できない不安が生じていた。