§3.56.1Ἀννίβας δὲ συναθροίσας ὁμοῦ πᾶσαν τὴν δύναμιν κατέβαινε καὶ τριταῖος ἀπὸ τῶν προειρημένων κρημνῶν διανύσας ἥψατο τῶν ἐπιπέδων,
ハンニバルは全軍を再び合流させると、山を下り、前述の崖から出発して三日目にその行程を終えて平野に到達した。
§3.56.2πολλοὺς μὲν ἀπολωλεκὼς τῶν στρατιωτῶν ὑπό τε τῶν πολεμίων καὶ τῶν ποταμῶν ἐν τῇ καθόλου πορείᾳ, πολλοὺς δʼ ὑπὸ τῶν κρημνῶν καὶ τῶν δυσχωριῶν κατὰ τὰς Ἄλπεις, οὐ μόνον ἄνδρας, ἔτι δὲ πλείους ἵππους καὶ ὑποζύγια.
彼は、全体の旅程において敵や河川によって多くの兵士を失い、またアルプスにおいては崖や険路によって多くの兵士を失っていたが、それは人間だけでなく、それ以上に多くの馬や荷役獣に及んでいた。
§3.56.3τέλος δὲ τὴν μὲν πᾶσαν πορείαν ἐκ Καινῆς πόλεως ἐν πέντε μησὶ ποιησάμενος τὴν δὲ τῶν Ἄλπεων ὑπερβολὴν ἡμέραις δεκαπέντε κατῆρε τολμηρῶς εἰς τὰ περὶ τὸν Πάδον πεδία καὶ τὸ τῶν Ἰνσόμβρων ἔθνος,
そしてついに、カイネ・ポリスからの全旅程を五か月で、アルプス越えを十五日間で行い、パドゥス川周辺の平野とインスブレス族の地へと大胆に降り立った。
§3.56.4ἔχων τὸ διασῳζόμενον μέρος τῆς μὲν τῶν Λιβύων δυνάμεως πεζοὺς μυρίους καὶ δισχιλίους, τῆς δὲ τῶν Ἰβήρων εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ τοὺς πάντας οὐ πλείους ἑξακισχιλίων, ὡς αὐτὸς ἐν τῇ στήλῃ τῇ περὶ τοῦ πλήθους ἐχούσῃ τὴν ἐπιγραφὴν ἐπὶ Λακινίῳ διασαφεῖ.
彼が率いていたのは、生き残った軍勢であり、リビア兵のうち歩兵一万二千名、イベリア兵のうち約八千名、騎兵は全体で六千名以下であったが、これは彼自身がラキニウム岬にある兵数に関する碑文を記した石碑で明らかにしている通りである。
§3.56.5κατὰ δὲ τοὺς αὐτοὺς καιρούς, ὡς ἐπάνω προεῖπα, Πόπλιος ἀπολελοιπὼς τὰς δυνάμεις Γναΐῳ τἀδελφῷ καὶ παρακεκληκὼς αὐτὸν ἔχεσθαι τῶν ἐν Ἰβηρίᾳ πραγμάτων καὶ πολεμεῖν ἐρρωμένως Ἀσδρούβᾳ, κατέπλευσε μετʼ ὀλίγων αὐτὸς εἰς Πίσας.
同じ時期、私が上で述べたように、プブリウスは自身の軍勢を兄グナエウスに委ね、彼にイベリアの諸事をしっかり掌握し、ハスドルバルと精力的に戦うよう促した上で、自身は少数の従者とともにピサへと船で帰還した。
§3.56.6ποιησάμενος δὲ τὴν πορείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσπολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πάδον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολεμίοις, σπεύδων συμβαλεῖν εἰς μάχην.
そして、テュレニアを経由して進軍し、ボイイ族と交戦中でそこを防備していた六斧法務官の軍勢を引き取ると、パドゥス川周辺の平野へと進み、陣営を設けて敵と対峙し、戦闘を交える機会をうかがった。