§3.57.1ἡμεῖς δʼ ἐπειδὴ καὶ τὴν διήγησιν καὶ τοὺς ἡγεμόνας ἀμφοτέρων καὶ τὸν πόλεμον εἰς Ἰταλίαν ἠγάγομεν, πρὸ τοῦ τῶν ἀγώνων ἄρξασθαι βραχέα βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ διελθεῖν.
しかし我々は、叙述も、両軍の将兵たちも、そして戦争自体もイタリアへと導いたので、本格的な戦闘が始まる前に、この歴史の企てに適した事柄について少し語りたいと思う。
§3.57.2ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθʼ Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ συμβαινόντων ἰδιωμάτων,
おそらく、我々がリビアやイベリアの地域について最も多くの言葉を費やしながら、ヘラクレスの柱のそばの海峡口についても、外海やそこで生じる特異な現象についても、それ以上何も語らなかったのはなぜかと疑問に思う者が確かにいるだろう。
§3.57.3οὐδὲ μὴν περὶ τῶν Βρεττανικῶν νήσων καὶ τῆς τοῦ καττιτέρου κατασκευῆς, ἔτι δὲ τῶν ἀργυρείων καὶ χρυσείων τῶν κατʼ αὐτὴν Ἰβηρίαν, ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες πρὸς ἀλλήλους τὸν πλεῖστον διατίθενται λόγον.
また、ブリタニア諸島や錫の製法、さらにはイベリア自体の銀山や金山についても同様である。 これらについては、歴史家たちが互いに議論し合って、最も多くの記述を費やしているのである。
§3.57.4ἡμεῖς δʼ οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας, διὰ τοῦτο παρελείπομεν, ἀλλὰ πρῶτον μὲν οὐ βουλόμενοι παρʼ ἕκαστα διασπᾶν τὴν διήγησιν οὐδʼ ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑποθέσεως τοὺς φιληκοοῦντας,
しかし我々は、歴史のこの部分を不似合いなものと考えて省略したのではなく、第一には、個々の箇所で叙述を寸断したくなかったからであり、また読者を実際の主題から逸らせたくなかったからである。
§3.57.5δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδʼ ἐν παρέργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν μνήμην, ἀλλὰ κατʼ ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσασθαι.
第二には、それらについての言及を散発的なものにしたり、ついでに行ったりするのではなく、この部分に対して独自の場所と時期を割り当て、我々にできる限り、それらに関する真実を説明すべきだと判断したからである。
§3.57.6διόπερ οὐ χρὴ θαυμάζειν οὐδʼ ἐν τοῖς ἑξῆς, ἐὰν ἐπί τινας τόπους ἐρχόμενοι τοιούτους παραλείπωμεν τοῦτο τὸ μέρος διὰ τὰς προειρημένας αἰτίας.
それゆえ、今後も、このような特定の場所に差し掛かったときに、前述の理由によってこの部分を省くことがあっても、驚くべきではない。
§3.57.7εἰ δέ τινες πάντως ἐπιζητοῦσι κατὰ τόπον καὶ κατὰ μέρος τῶν τοιούτων ἀκούειν, ἴσως ἀγνοοῦσι παραπλήσιόν τι πάσχοντες τοῖς λίχνοις τῶν δειπνητῶν.
しかし、もし何としても、個々の場所で、かつ部分的にそのような事柄を聞くことを求める者がいるなら、彼らは知らず知らずのうちに、食い意地の張った会食者たちと似たような状態に陥っているのである。
§3.57.8καὶ γὰρ ἐκεῖνοι πάντων ἀπογευόμενοι τῶν παρακειμένων οὔτε κατὰ τὸ παρὸν οὐδενὸς ἀληθινῶς ἀπολαύουσι τῶν βρωμάτων οὔτʼ εἰς τὸ μέλλον ὠφέλιμον ἐξ αὐτῶν τὴν ἀνάδοσιν καὶ τροφὴν κομίζονται, πᾶν δὲ τοὐναντίον·
というのも、彼らは並べられたあらゆる料理を少しずつ味見するが、現時点においてもどの料理も本当に楽しむことができず、将来に向けてそれらから有益な消化と栄養を得ることもなく、全く逆の結果になるからである。
§3.57.9οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα διαγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως.
読書において同様のことをする人々もまた、当面の娯楽をも、将来の益をも、正しく得る(目標とする)ことができないのである。