§3.56.1Ἀννίβας δὲ συναθροίσας ὁμοῦ πᾶσαν τὴν δύναμιν κατέβαινε καὶ τριταῖος ἀπὸ τῶν προειρημένων κρημνῶν διανύσας ἥψατο τῶν ἐπιπέδων, §3.56.2πολλοὺς μὲν ἀπολωλεκὼς τῶν στρατιωτῶν ὑπό τε τῶν πολεμίων καὶ τῶν ποταμῶν ἐν τῇ καθόλου πορείᾳ, πολλοὺς δʼ ὑπὸ τῶν κρημνῶν καὶ τῶν δυσχωριῶν κατὰ τὰς Ἄλπεις, οὐ μόνον ἄνδρας, ἔτι δὲ πλείους ἵππους καὶ ὑποζύγια. §3.56.3τέλος δὲ τὴν μὲν πᾶσαν πορείαν ἐκ Καινῆς πόλεως ἐν πέντε μησὶ ποιησάμενος τὴν δὲ τῶν Ἄλπεων ὑπερβολὴν ἡμέραις δεκαπέντε κατῆρε τολμηρῶς εἰς τὰ περὶ τὸν Πάδον πεδία καὶ τὸ τῶν Ἰνσόμβρων ἔθνος, §3.56.4ἔχων τὸ διασῳζόμενον μέρος τῆς μὲν τῶν Λιβύων δυνάμεως πεζοὺς μυρίους καὶ δισχιλίους, τῆς δὲ τῶν Ἰβήρων εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ τοὺς πάντας οὐ πλείους ἑξακισχιλίων, ὡς αὐτὸς ἐν τῇ στήλῃ τῇ περὶ τοῦ πλήθους ἐχούσῃ τὴν ἐπιγραφὴν ἐπὶ Λακινίῳ διασαφεῖ. §3.56.5κατὰ δὲ τοὺς αὐτοὺς καιρούς, ὡς ἐπάνω προεῖπα, Πόπλιος ἀπολελοιπὼς τὰς δυνάμεις Γναΐῳ τἀδελφῷ καὶ παρακεκληκὼς αὐτὸν ἔχεσθαι τῶν ἐν Ἰβηρίᾳ πραγμάτων καὶ πολεμεῖν ἐρρωμένως Ἀσδρούβᾳ, κατέπλευσε μετʼ ὀλίγων αὐτὸς εἰς Πίσας. §3.56.6ποιησάμενος δὲ τὴν πορείαν διὰ Τυρρηνίας καὶ παραλαβὼν τὰ παρὰ τῶν ἑξαπελέκεων στρατόπεδα τὰ προκαθήμενα καὶ προσπολεμοῦντα τοῖς Βοίοις ἧκε πρὸς τὰ περὶ τὸν Πάδον πεδία καὶ καταστρατοπεδεύσας ἐπεῖχε τοῖς πολεμίοις, σπεύδων συμβαλεῖν εἰς μάχην.
Hannibal, having assembled his entire force together, began his descent, and on the third day after leaving the aforementioned cliffs, he completed his journey and reached the plains. He had lost many of his soldiers in the course of the entire march to the enemy and the rivers, and many to the cliffs and difficult passes in the Alps—not only men, but even more horses and pack-animals. At last, having completed the entire journey from Kaine Polis in five months and the crossing of the Alps in fifteen days, he boldly descended into the plains around the Padus and the territory of the Insubres. He had with him the surviving portion of his forces: twelve thousand infantry of the Libyan force, about eight thousand of the Iberian, and not more than six thousand cavalry in all, as he himself makes clear on the tablet at Lacinium which bears an inscription concerning the numbers. At about the same time, as I stated above, Publius, having left his forces to his brother Gnaeus, and having exhorted him to manage the affairs in Iberia and to make war vigorously against Hasdrubal, himself sailed back with a few attendants to Pisae. Having made his way through Tyrrhenia and took over the legions under the praetors which were stationed on the frontier and engaged in war with the Boii, he arrived at the plains around the Padus, and having encamped, he kept watch on the enemy, eager to engage them in battle.