§3.49.1οὐ μὴν ἀλλὰ Πόπλιος μὲν ὁ τῶν Ῥωμαίων στρατηγὸς ἡμέραις ὕστερον τρισὶ τῆς ἀναζυγῆς τῆς τῶν Καρχηδονίων παραγενόμενος ἐπὶ τὴν τοῦ ποταμοῦ διάβασιν καὶ καταλαβὼν ὡρμηκότας τοὺς ὑπεναντίους ἐξενίσθη μὲν ὡς ἐνδέχεται μάλιστα,
しかしながら、ローマ人の将軍プブリウスは、カルタゴ軍が撤退した三日後に河川の渡河地点に到着し、敵がすでに出発してしまっているのを見出して、可能な限り最高に驚いた。
§3.49.2πεπεισμένος οὐδέποτʼ ἂν αὐτοὺς τολμῆσαι τῇδε ποιήσασθαι τὴν εἰς Ἰταλίαν πορείαν διὰ τὸ πλῆθος καὶ τὴν ἀθεσίαν τῶν κατοικούντων τοὺς τόπους βαρβάρων.
というのも、彼は、その地域に居住するバルバロイの多さと不実さのゆえに、カルタゴ軍がこちらを通ってイタリアへの行軍を企てることなど決してないだろうと確信していたからである。
§3.49.3θεωρῶν δὲ τετολμηκότας αὖθις ἐπὶ τὰς ναῦς ἠπείγετο καὶ παραγενόμενος ἐνεβίβαζε τὰς δυνάμεις.
しかし、彼らがあえてそれを実行したのを見ると、再び船へと急ぎ、到着すると軍勢を乗船させた。
§3.49.4καὶ τὸν μὲν ἀδελφὸν ἐξέπεμπεν ἐπὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, αὐτὸς δὲ πάλιν ὑποστρέψας εἰς Ἰταλίαν ἐποιεῖτο τὸν πλοῦν, σπεύδων καταταχῆσαι τοὺς ὑπεναντίους διὰ Τυρρηνίας πρὸς τὴν τῶν Ἄλπεων ὑπερβολήν.
そして、弟をイベリアでの軍事行動のために送り出し、自身は再びイタリアへと引き返して、ティレニア海を経由してアルプスの越え口へと敵に先回りしようと急ぎつつ航海した。
§3.49.5Ἀννίβας δὲ ποιησάμενος ἑξῆς ἐπὶ τέτταρας ἡμέρας τὴν πορείαν ἀπὸ τῆς διαβάσεως ἧκε πρὸς τὴν καλουμένην Νῆσον, χώραν πολύοχλον καὶ σιτοφόρον, ἔχουσαν δὲ τὴν προσηγορίαν ἀπʼ αὐτοῦ τοῦ συμπτώματος.
一方、ハンニバルは渡河地点から四日間連続して行軍を行い、「島」と呼ばれる、人口が多く穀物の豊かな地域に到着した。 この地域はその地理の特徴そのものからその名称を得ている。
§3.49.6ᾗ μὲν γὰρ ὁ Ῥοδανός, ᾗ δʼ Ἰσάρας προσαγορευόμενος, ῥέοντες παρʼ ἑκατέραν τὴν πλευράν, ἀποκορυφοῦσιν αὐτῆς τὸ σχῆμα κατὰ τὴν πρὸς ἀλλήλους σύμπτωσιν.
というのも、一方はローヌ川、他方はイザールと呼ばれる川が、それぞれの側を流れており、互いに合流する地点においてその地形の先端を尖らせているからである。
§3.49.7ἔστι δὲ παραπλησία τῷ μεγέθει καὶ τῷ σχήματι τῷ κατʼ Αἴγυπτον καλουμένῳ Δέλτα, πλὴν ἐκείνου μὲν θάλαττα τὴν μίαν πλευρὰν καὶ τὰς τῶν ποταμῶν ῥύσεις ἐπιζεύγνυσι, ταύτης δʼ ὄρη δυσπρόσοδα καὶ δυσέμβολα καὶ σχεδὸν ὡς εἰπεῖν ἀπρόσιτα.
ここはエジプトで「デルタ」と呼ばれるものと大きさと形状において類似しているが、あちらでは海がその一辺を閉ざして河川の流入口を結びつけているのに対し、こちらでは近づきがたく、進入困難で、ほとんど言うなれば到達不可能な山々がその一辺を閉ざしている。
§3.49.8πρὸς ἣν ἀφικόμενος καὶ καταλαβὼν ἐν αὐτῇ δύʼ ἀδελφοὺς ὑπὲρ τῆς βασιλείας στασιάζοντας καὶ μετὰ στρατοπέδων ἀντικαθημένους ἀλλήλοις, §3.49.9ἐπισπωμένου τοῦ πρεσβυτέρου καὶ παρακαλοῦντος εἰς τὸ συμπρᾶξαι καὶ συμπεριποιῆσαι τὴν ἀρχὴν αὐτῷ, ὑπήκουσε, προδήλου σχεδὸν ὑπαρχούσης τῆς πρὸς τὸ παρὸν ἐσομένης αὐτῷ χρείας.
そこに到着し、その地で二人の兄弟が王位をめぐって争い、互いに軍勢を率いて対峙しているのを見出したハンニバルは、兄が彼を引き入れ、協力して自身のために支配権を確保してくれるよう懇願したため、これに応じた。 現在の状況において、彼らに助けてもらうことの有用性がほぼ明白であったからである。
§3.49.10διὸ καὶ συνεπιθέμενος καὶ συνεκβαλὼν τὸν ἕτερον πολλῆς ἐπικουρίας ἔτυχε παρὰ τοῦ κρατήσαντος·
それゆえ、共同して攻撃を加え、他方をともに追放したことで、彼は勝者から多大な援助を得た。
§3.49.11οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως,
というのも、勝者は軍勢に食糧やその他の必需品を豊富に供給しただけでなく、武具のうち古くなったものや傷んだものをすべて交換して、全軍の装備を時期よろしく刷新したからである。
§3.49.12ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς.
さらに、大半の兵士に衣服、そしてこれに加えて靴を支給したことで、山脈越えに向けて多大な便益をもたらした。
§3.49.13τὸ δὲ μέγιστον, εὐλαβῶς διακειμένοις πρὸς τὴν διὰ τῶν Ἀλλοβρίγων καλουμένων Γαλατῶν πορείαν ἀπουραγήσας μετὰ τῆς σφετέρας δυνάμεως ἀσφαλῆ παρεσκεύασε τὴν δίοδον αὐτοῖς, ἕως ἤγγισαν τῇ τῶν Ἄλπεων ὑπερβολῇ.
そして最も重要なことに、アロブロゲスと呼ばれるガリア人の領土を通る行軍に警戒を抱いていたカルタゴ軍に対し、自身の軍勢を率いて殿を務めることで、彼らがアルプスの越え口に近づくまで、彼らの通過を安全なものとしたのである。