§3.48.1ἁμαρτημάτων ἐμπίπτουσι.
(このような)過ちに陥っている。
πρῶτον μὲν γὰρ ἂν τίς φανείη στρατηγὸς ἀλογιστότερος Ἀννίβου, τίς καὶ σκαιότερος ἡγεμών,
第一に、ハンニバルより無分別な将軍、あるいはより愚かな指導者が、他に誰か現れるだろうか。
§3.48.2ὃς τοσούτων ἡγούμενος δυνάμεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις, οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ παράπαν οὔτε πρὸς τίνας ἐγίνωσκε, §3.48.3τὸ δὲ πέρας, οὐδʼ εἰ καθόλου [τοὐναντίον] δυνατοῖς ἐπιβάλλεται πράγμασιν;
これほど多くの軍勢を率い、彼らのうちに全体において成功を収めるという最大の希望を抱きながら、これらの著者が言うように、道も場所も知らず、自分が一体どこへ進んでいるのかも、誰に向かって進んでいるのかも全く知らず、そして最後に、自分がそもそも可能な事柄に手を染めているのかどうかさえ知らなかったというような(指導者が)。
§3.48.4ἀλλʼ ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστʼ εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ δυνάμεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβᾳ τῷ τὰς μεγίστας ἐλπίδας ἀκεραίους ἔχοντι περὶ τῶν καθʼ αὑτὸν πραγμάτων.
しかし、完全に敗北し、あらゆる方法で行き詰まった人々でさえ、軍勢を率いて不案内な場所に突入するようなことはあえてしないものであるが、これと同じことを、歴史家たちは、自身の状況について最大の希望を損なわれることなく抱いていたハンニバルに帰しているのである。
§3.48.5ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας, ἔτι δʼ ἐρυμνότητος καὶ δυσχωρίας τῶν τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν.
同様に、それらの場所の荒涼さ、さらには険しさと難所に関する彼らの記述も、その嘘を明白にしている。
§3.48.6οὐχ ἱστορήσαντες γὰρ ὅτι συμβαίνει τοὺς Κελτοὺς τοὺς παρὰ τὸν Ῥοδανὸν ποταμὸν οἰκοῦντας οὐχ ἅπαξ οὐδὲ δὶς πρὸ τῆς Ἀννίβου παρουσίας, οὐδὲ μὴν πάλαι προσφάτως δέ, μεγάλοις στρατοπέδοις ὑπερβάντας τὰς Ἄλπεις παρατετάχθαι μὲν Ῥωμαίοις, συνηγωνίσθαι δὲ Κελτοῖς τοῖς τὰ περὶ τὸν Πάδον πεδία κατοικοῦσι, καθάπερ ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἐδηλώσαμεν, §3.48.7πρὸς δὲ τούτοις οὐκ εἰδότες ὅτι πλεῖστον ἀνθρώπων φῦλον κατʼ αὐτὰς οἰκεῖν συμβαίνει τὰς Ἄλπεις, ἀλλʼ ἀγνοοῦντες ἕκαστα τῶν εἰρημένων ἥρω τινά φασιν ἐπιφανέντα συνυποδεῖξαι τὰς ὁδοὺς αὐτοῖς.
というのも、彼らは、ローヌ川沿いに住むケルト人たちが、ハンニバルの到来より前に、一度や二度ではなく、しかも大昔ではなく最近になって、大軍を率いてアルプスを越え、ローマ人と対陣し、ポー川周辺の平野に住むケルト人たちとともに戦ったという事実(我々が以前の箇所で明らかにした通りであるが)を調査しておらず、その上、これらアルプス山脈自体に極めて多くの人口の部族が居住していることを知らず、前述の事柄のすべてを無視して、ある英雄が現れて彼らに道を差し示したと主張しているからである。
§3.48.8ἐξ ὧν εἰκότως ἐμπίπτουσιν εἰς τὸ παραπλήσιον τοῖς τραγῳδιογράφοις.
その結果、彼らは当然のことながら、悲劇作家たちとよく似た状況に陥っている。
καὶ γὰρ ἐκείνοις πᾶσιν αἱ καταστροφαὶ τῶν δραμάτων προσδέονται θεοῦ καὶ μηχανῆς διὰ τὸ τὰς πρώτας ὑποθέσεις ψευδεῖς καὶ παραλόγους λαμβάνειν, §3.48.9τούς τε συγγραφέας ἀνάγκη τὸ παραπλήσιον πάσχειν καὶ ποιεῖν ἥρωάς τε καὶ θεοὺς ἐπιφαινομένους, ἐπειδὰν τὰς ἀρχὰς ἀπιθάνους καὶ ψευδεῖς ὑποστήσωνται.
というのも、悲劇作家たちの劇の結末はすべて、最初の設定を偽りで不合理なものにしてしまったために、神や装置を必要とするからであり、歴史家たちもまた、前提をもっともらしくない嘘に設定してしまったときには、それと似たような状況を経験し、英雄や神々を登場させざるを得なくなるのである。
πῶς γὰρ οἷόν τε παραλόγοις ἀρχαῖς εὔλογον ἐπιθεῖναι τέλος;
実際、不合理な始まりに、合理的な終わりを添えることなど、どうしてできようか。
§3.48.10Ἀννίβας γε μὴν οὐχ ὡς οὗτοι γράφουσιν, λίαν δὲ περὶ ταῦτα πραγματικῶς ἐχρῆτο ταῖς ἐπιβολαῖς.
しかしながら、ハンニバルはこれらの著者たちが書くのとは異なり、これらの企てにおいて極めて実際的に行動した。
§3.48.11καὶ γὰρ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἐπεβάλετο καθιέναι, καὶ τὴν τῶν ὄχλων ἀλλοτριότητα πρὸς Ῥωμαίους ἐξητάκει σαφῶς, εἴς τε τὰς μεταξὺ δυσχωρίας ὁδηγοῖς καὶ καθηγεμόσιν ἐγχωρίοις ἐχρῆτο τοῖς τῶν αὐτῶν ἐλπίδων μέλλουσι κοινωνεῖν.
というのも、彼は自分が降りていこうと企てていた土地の肥沃さや、住民たちのローマ人に対する敵意を明確に調査しており、また、その間に横たわる難所を通るにあたっては、同じ希望を共有することになる現地の案内人や先導者たちを利用したからである。
§3.48.12ἡμεῖς δὲ περὶ τούτων εὐθαρσῶς ἀποφαινόμεθα διὰ τὸ περὶ τῶν πράξεων παρʼ αὐτῶν ἱστορηκέναι τῶν παρατετευχότων τοῖς καιροῖς, τοὺς δὲ τόπους κατωπτευκέναι καὶ τῇ διὰ τῶν Ἄλπεων αὐτοὶ κεχρῆσθαι πορείᾳ γνώσεως ἕνεκα καὶ θέας.
我々がこれらの事柄について自信を持って明言できるのは、当時の出来さに立ち会った人々自身からそれらの行いについて聞き知っており、また、地理を知り実際に目にするために、我々自身がアルプスを越えるルートを調査し、そこを通ったからである。