Humanitext Reader

ポリュビオス · 歴史 §3.50.1-3.50.8

ハンニバルによるアルプス要衝の夜間奪還

209 / 1311 箇所 · ギリシア語

要旨

ハンニバルはアルプスの登りにかかるが、アロブロゲス族による要衝の占拠により危機に陥る。しかし、敵が夜間に近くの町へ退去する習性を探知し、夜間に軽装兵を率いてその要衝を占拠する。

§3.50.1Ἀννίβας δʼ ἐν ἡμέραις δέκα πορευθεὶς παρὰ τὸν ποταμὸν εἰς ὀκτακοσίους σταδίους ἤρξατο τῆς πρὸς τὰς Ἄλπεις ἀναβολῆς, καὶ συνέβη μεγίστοις αὐτὸν περιπεσεῖν κινδύνοις.
ハンニバルは十日間のうちに川に沿って八百スタディオン進み、アルプスへの登りにかかったが、そこで極めて大きな危険に直面することとなった。
§3.50.2ἕως μὲν γὰρ ἐν τοῖς ἐπιπέδοις ἦσαν, ἀπείχοντο πάντες αὐτῶν οἱ κατὰ μέρος ἡγεμόνες τῶν Ἀλλοβρίγων, τὰ μὲν τοὺς ἱππεῖς δεδιότες, τὰ δὲ τοὺς παραπέμποντας βαρβάρους·
というのも、彼らが平地にいる間は、アロブロゲス族の各地の指導者たちはみな、一方では騎兵を恐れ、他方では彼らを護送するバルバロイを恐れて、彼らに手を出すのを控えていた。
ἐπειδὴ δʼ ἐκεῖνοι μὲν εἰς τὴν οἰκείαν ἀπηλλάγησαν, §3.50.3οἱ δὲ περὶ τὸν Ἀννίβαν ἤρξαντο προάγειν εἰς τὰς δυσχωρίας, τότε συναθροίσαντες οἱ τῶν Ἀλλοβρίγων ἡγεμόνες ἱκανόν τι πλῆθος προκατελάβοντο τοὺς εὐκαίρους τόπους, διʼ ὧν ἔδει τοὺς περὶ τὸν Ἀννίβαν κατʼ ἀνάγκην ποιεῖσθαι τὴν ἀναβολήν.
しかし、後者が自分たちの領土へ退去し、ハンニバルの軍勢が険路へと進み始めると、アロブロゲス族の指導者たちは十分な数の軍勢を集めて、ハンニバルの軍勢が必然的にそこを通って登っていかねばならない要衝の地をあらかじめ占拠した。
§3.50.4εἰ μὲν οὖν ἔκρυψαν τὴν ἐπίνοιαν, ὁλοσχερῶς ἂν διέφθειραν τὸ στράτευμα τῶν Καρχηδονίων·
もし彼らがその意図を隠していたならば、カルタゴ軍を完全に全滅させていたであろう。
νῦν δὲ καταφανεῖς γενόμενοι μεγάλα μὲν καὶ τοὺς περὶ Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δʼ ἑαυτούς.
しかし実際には、意図が露見したために、ハンニバルの軍勢に大きな損害を与えたものの、自分たちにもそれ以上に劣らぬ損害を与えた。
§3.50.5γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχουσιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, §3.50.6προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γαλατῶν χάριν τοῦ κατασκέψασθαι τὴν τῶν ὑπεναντίων ἐπίνοιαν καὶ τὴν ὅλην ὑπόθεσιν.
カルタゴ軍の将軍は、バルバロイたちが要衝の地をあらかじめ占拠していることを知ると、自らは越え口の近くに陣を敷いてそこにとどまり、敵の意図と全体の状況を偵察させるために、自分たちの案内人を務めていたガリア人の何人かをあらかじめ派遣した。
§3.50.7ὧν πραξάντων τὸ συνταχθέν, ἐπιγνοὺς ὁ στρατηγὸς ὅτι τὰς μὲν ἡμέρας ἐπιμελῶς παρευτακτοῦσι καὶ τηροῦσι τοὺς τόπους οἱ πολέμιοι, τὰς δὲ νύκτας εἴς τινα παρακειμένην πόλιν ἀπαλλάττονται, πρὸς ταύτην τὴν ὑπόθεσιν ἁρμοζόμενος συνεστήσατο πρᾶξιν τοιαύτην.
彼らが命じられたことを実行し、将軍は、敵が昼間は注意深く規律を守ってその場所を監視しているが、夜になると近くにある町へと退去することを知ると、この状況に適応して次のような作戦を立てた。
§3.50.8ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐμφανῶς καὶ συνεγγίσας ταῖς δυσχωρίαις οὐ μακρὰν τῶν πολεμίων κατεστρατοπέδευσε.
彼は全軍を率いて公然と前進し、険路に近づくと、敵から遠くない場所に陣を敷いた。
τῆς δὲ νυκτὸς ἐπιγενομένης, συντάξας τὰ πυρὰ καίειν, τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως αὐτοῦ κατέλιπε, τοὺς δʼ ἐπιτηδειοτάτους εὐζώνους ποιήσας διῆλθε τὰ στενὰ τὴν νύκτα καὶ κατέσχε τοὺς ὑπὸ τῶν πολεμίων προκαταληφθέντας τόπους, ἀποκεχωρηκότων τῶν βαρβάρων κατὰ τὴν συνήθειαν εἰς τὴν πόλιν.
そして夜が訪れると、篝火を燃やすよう命じて、自軍の大部分はそこに残しつつ、最も適した軽装兵を率いて夜間に隘路を通り抜け、バルバロイたちがいつものように町へと退去した隙に、敵があらかじめ占拠していた場所を確保した。

語釈・文法注

  1. §3.50.2τὰ μὲν... τὰ δὲ... — 二つの対格中性複数形(副詞的対格) τὰ μὲν ... τὰ δὲ ... は、分詞 δεδιότες の意味上の動因を並列し、「一方では……を恐れ、他方では……を恐れて」という二つの理由(騎兵への恐怖と護送するバルバロイへの恐怖)を表す副詞句として機能している。
  2. §3.50.4εἰ μὲν οὖν ἔκρυψαν... ἂν διέφθειραν... — 直説法過去形を用いた過去における反実仮想条件文(εἰ + 直説法アオリスト ... ἄν + 直説法アオリスト)。「もし彼らが(その意図を)隠していたならば、彼らは(カルタゴ軍を)完全に全滅させていただろう」という、過去の事実に反する仮定と帰結を示す。
  3. §3.50.7ὧν πραξάντων τὸ συνταχθέν — 関係代名詞 ὧν を主格(意味上の主語)の位置に置いた、関係代名詞の絶対属格。関係代名詞が直前の文の内容(偵察を命じたこと)を受けて文頭で連結の役割を果たしつつ、分詞句の主語となっている。
  4. §3.50.8συντάξας τὰ πυρὰ καίειν — 動詞 συντάσσω(命令する、手配する)に、対格主語を伴わない不定法 καίειν が続く構文。命令の内容(兵士たちに「篝火を燃やすこと」)を表し、この不定法は目的や直接の命令内容を示す役割を果たしている。

この箇所を引用する

ポリュビオス, 歴史 §3.50.1-3.50.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.50.1-3.50.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。