§3.49.1οὐ μὴν ἀλλὰ Πόπλιος μὲν ὁ τῶν Ῥωμαίων στρατηγὸς ἡμέραις ὕστερον τρισὶ τῆς ἀναζυγῆς τῆς τῶν Καρχηδονίων παραγενόμενος ἐπὶ τὴν τοῦ ποταμοῦ διάβασιν καὶ καταλαβὼν ὡρμηκότας τοὺς ὑπεναντίους ἐξενίσθη μὲν ὡς ἐνδέχεται μάλιστα, §3.49.2πεπεισμένος οὐδέποτʼ ἂν αὐτοὺς τολμῆσαι τῇδε ποιήσασθαι τὴν εἰς Ἰταλίαν πορείαν διὰ τὸ πλῆθος καὶ τὴν ἀθεσίαν τῶν κατοικούντων τοὺς τόπους βαρβάρων.
然而,罗马人的将军普布利乌斯在迦太基人出发三天后抵达河川的渡口,发现敌人已经动身,感到无比震惊,因为他确信,由于居住在那些地方的蛮族人数众多且生性不法,敌人绝不敢走这条路线行军去往意大利。
§3.49.3θεωρῶν δὲ τετολμηκότας αὖθις ἐπὶ τὰς ναῦς ἠπείγετο καὶ παραγενόμενος ἐνεβίβαζε τὰς δυνάμεις.
但一看到他们竟然斗胆如此,他便立刻赶回船只,抵达后便让军队登船。
§3.49.4καὶ τὸν μὲν ἀδελφὸν ἐξέπεμπεν ἐπὶ τὰς ἐν Ἰβηρίᾳ πράξεις, αὐτὸς δὲ πάλιν ὑποστρέψας εἰς Ἰταλίαν ἐποιεῖτο τὸν πλοῦν, σπεύδων καταταχῆσαι τοὺς ὑπεναντίους διὰ Τυρρηνίας πρὸς τὴν τῶν Ἄλπεων ὑπερβολήν.
他派遣他的兄弟前往伊比利亚处理事务,而他自己则转身返回意大利,乘船航行,企图通过第勒尼安海赶在敌人之前抵达阿尔卑斯山的越口。
§3.49.5Ἀννίβας δὲ ποιησάμενος ἑξῆς ἐπὶ τέτταρας ἡμέρας τὴν πορείαν ἀπὸ τῆς διαβάσεως ἧκε πρὸς τὴν καλουμένην Νῆσον, χώραν πολύοχλον καὶ σιτοφόρον, ἔχουσαν δὲ τὴν προσηγορίαν ἀπʼ αὐτοῦ τοῦ συμπτώματος.
与此同时,汉尼拔从渡口连续行军四天,来到了被称为“岛”的地方,这是一片人口稠密且盛产粮食的土地,其名称正是得自这一地理特征本身。
§3.49.6ᾗ μὲν γὰρ ὁ Ῥοδανός, ᾗ δʼ Ἰσάρας προσαγορευόμενος, ῥέοντες παρʼ ἑκατέραν τὴν πλευράν, ἀποκορυφοῦσιν αὐτῆς τὸ σχῆμα κατὰ τὴν πρὸς ἀλλήλους σύμπτωσιν.
因为一侧是罗讷河,另一侧是被称为伊泽尔的河流,它们流经两侧,在互相汇合处使其地形呈尖角状。
§3.49.7ἔστι δὲ παραπλησία τῷ μεγέθει καὶ τῷ σχήματι τῷ κατʼ Αἴγυπτον καλουμένῳ Δέλτα, πλὴν ἐκείνου μὲν θάλαττα τὴν μίαν πλευρὰν καὶ τὰς τῶν ποταμῶν ῥύσεις ἐπιζεύγνυσι, ταύτης δʼ ὄρη δυσπρόσοδα καὶ δυσέμβολα καὶ σχεδὸν ὡς εἰπεῖν ἀπρόσιτα.
它在面积和形状上与埃及被称为“三角洲”的地方相似,不同之处在于,在埃及,大海连接着一侧和各河流的出口,而在这里,则是地势险峻、难以进入、几乎可以说是无法逾越的山脉包围着这一侧。
§3.49.8πρὸς ἣν ἀφικόμενος καὶ καταλαβὼν ἐν αὐτῇ δύʼ ἀδελφοὺς ὑπὲρ τῆς βασιλείας στασιάζοντας καὶ μετὰ στρατοπέδων ἀντικαθημένους ἀλλήλοις, §3.49.9ἐπισπωμένου τοῦ πρεσβυτέρου καὶ παρακαλοῦντος εἰς τὸ συμπρᾶξαι καὶ συμπεριποιῆσαι τὴν ἀρχὴν αὐτῷ, ὑπήκουσε, προδήλου σχεδὸν ὑπαρχούσης τῆς πρὸς τὸ παρὸν ἐσομένης αὐτῷ χρείας.
汉尼拔抵达这里,发现当地有两兄弟正为王位发生内讧,并各自率领军队对峙,由于兄长拉拢他,并恳求他协助共同为自己夺取政权,汉尼拔便答应了,因为在当时的情况下,他们对他将要起到的作用几乎是显而易见的。
§3.49.10διὸ καὶ συνεπιθέμενος καὶ συνεκβαλὼν τὸν ἕτερον πολλῆς ἐπικουρίας ἔτυχε παρὰ τοῦ κρατήσαντος·
因此,通过共同发起进攻并合力驱逐了另一方,他从获胜者那里得到了极大的援助。
§3.49.11οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως,
因为这位获胜者不仅向军队充足地供应了粮食和其他必需品,而且还更换了所有陈旧和破损的武器,合时宜地更新了全军的装备。
§3.49.12ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς.
此外,他还为大多数士兵配备了衣服,特别是鞋子,为翻越山脉提供了极大的便利。
§3.49.13τὸ δὲ μέγιστον, εὐλαβῶς διακειμένοις πρὸς τὴν διὰ τῶν Ἀλλοβρίγων καλουμένων Γαλατῶν πορείαν ἀπουραγήσας μετὰ τῆς σφετέρας δυνάμεως ἀσφαλῆ παρεσκεύασε τὴν δίοδον αὐτοῖς, ἕως ἤγγισαν τῇ τῶν Ἄλπεων ὑπερβολῇ.
而最重要的是,对于那些对穿过被称为阿洛布罗基斯的高卢人领土的行军感到担忧的迦太基军,他亲自率领自己的军队为其殿后,确保了他们的安全通过,直到他们接近阿尔卑斯山的越口。