Humanitext Reader

ポリュビオス · 歴史 §3.47.1-3.47.9

ハンニバルの進軍経路とアルプス越え描写への批判

206 / 1311 箇所 · ギリシア語

要旨

ローヌ川渡河後のハンニバルの進軍経路と周辺の地理が説明され、アルプス越えを誇大かつ超自然的に描写して自縄自縛に陥っている歴史家たちの過ちが批判される。

§3.47.1περαιωθέντων δὲ τῶν θηρίων, ἀναλαβὼν Ἀννίβας τοὺς ἐλέφαντας καὶ τοὺς ἱππεῖς προῆγε τούτοις ἀπουραγῶν παρὰ τὸν ποταμὸν ἀπὸ θαλάττης ὡς ἐπὶ τὴν ἕω, ποιούμενος τὴν πορείαν ὡς εἰς τὴν μεσόγαιον τῆς Εὐρώπης.
獣たちが渡りきると、ハンニバルは象たちと騎兵たちをまとめ、これらを殿に配して、海から離れて川に沿って東の方へと前進し、ヨーロッパの内陸部へと向かうように行軍を進めた。
§3.47.2ὁ δὲ Ῥοδανὸς ἔχει τὰς μὲν πηγὰς ὑπὲρ τὸν Ἀδριατικὸν μυχὸν πρὸς τὴν ἑσπέραν νευούσας, ἐν τοῖς ἀποκλίνουσι μέρεσι τῶν Ἄλπεων ὡς πρὸς τὰς ἄρκτους, ῥεῖ δὲ πρὸς [τὰς] δύσεις χειμερινάς, ἐκβάλλει δʼ εἰς τὸ Σαρδῷον πέλαγος.
ローヌ川は、その源流をアドリア海の最奥部の上方、北へと傾斜するアルプス山脈の一角に持ち、西へと向いており、冬の日の入りに向かって流れ、サルディニア海へと注いでいる。
§3.47.3φέρεται δʼ ἐπὶ πολὺ διʼ αὐλῶνος, οὗ πρὸς μὲν τὰς ἄρκτους Ἄρδυες Κελτοὶ κατοικοῦσι, τὴν δʼ ἀπὸ μεσημβρίας αὐτοῦ πλευρὰν ὁρίζουσι πᾶσαν αἱ πρὸς ἄρκτον κεκλιμέναι τῶν Ἄλπεων παρώρειαι.
そして川は長い間にわたって渓谷を通って流れるが、その渓谷の北側にはケルト人のアルデュエス族が居住しており、その南側の側面全体は、北に傾斜するアルプスの山麓が画している。
τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον, §3.47.4ὑπὲρ ὧν ἡμῖν εἴρηται διὰ πλειόνων, ἀπὸ τοῦ κατὰ τὸν Ῥοδανὸν αὐλῶνος διαζευγνύουσιν αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι, λαμβάνουσαι τὴν ἀρχὴν ἀπὸ Μασσαλίας ἕως ἐπὶ τὸν τοῦ παντὸς Ἀδρίου μυχόν·
我々がすでに詳しく語ったポー川周辺の平野は、マッサリアから始まってアドリア海全体の最奥部にまで及ぶ前述の山々の尾根によって、ローヌ川沿いの渓谷から隔てられている。
§3.47.5ἃς τόθʼ ὑπεράρας Ἀννίβας ἀπὸ τῶν κατὰ τὸν Ῥοδανὸν τόπων ἐνέβαλεν εἰς Ἰταλίαν.
当時ハンニバルは、ローヌ川周辺の地域からそれらの尾根を越えて、イタリアへと侵入したのである。
§3.47.6ἔνιοι δὲ τῶν γεγραφότων περὶ τῆς ὑπερβολῆς ταύτης, βουλόμενοι τοὺς ἀναγινώσκοντας ἐκπλήττειν τῇ περὶ τῶν προειρημένων τόπων παραδοξολογίᾳ, λανθάνουσιν ἐμπίπτοντες εἰς δύο τὰ πάσης ἱστορίας ἀλλοτριώτατα·
しかし、このアルプス越えについて記述した者たちの一部は、前述の場所に関する驚異的な語りによって読者たちを驚かせようと望むあまり、歴史というものに最もそぐわない二つの過ちに、自分でも気づかないうちに陥っている。
καὶ γὰρ ψευδολογεῖν καὶ μαχόμενα γράφειν αὑτοῖς ἀναγκάζονται.
というのも、彼らは嘘を語り、また自ら矛盾することを書くのを余儀なくされているからである。
§3.47.7ἅμα μὲν γὰρ τὸν Ἀννίβαν ἀμίμητόν τινα παρεισάγοντες στρατηγὸν καὶ τόλμῃ καὶ προνοίᾳ τοῦτον ὁμολογουμένως ἀποδεικνύουσιν ἡμῖν ἀλογιστότατον, §3.47.8ἅμα δὲ καταστροφὴν οὐ δυνάμενοι λαμβάνειν οὐδʼ ἔξοδον τοῦ ψεύδους θεοὺς καὶ θεῶν παῖδας εἰς πραγματικὴν ἱστορίαν παρεισάγουσιν.
すなわち彼らは、一方ではハンニバルを、大胆さと深慮遠謀において類い稀な将軍として描き出しておきながら、他方では彼を我々に対して、紛れもなく最も無分別な者として示してしまっており、また他方では、自らの嘘の結末や出口を見出すことができず、神々や神々の子らを事実に基づく歴史の中に登場させている。
§3.47.9ὑποθέμενοι γὰρ τὰς ἐρυμνότητας καὶ τραχύτητας τῶν Ἀλπεινῶν ὀρῶν τοιαύτας ὥστε μὴ οἷον ἵππους καὶ στρατόπεδα, σὺν δὲ τούτοις ἐλέφαντας, ἀλλὰ μηδὲ πεζοὺς εὐζώνους εὐχερῶς ἂν διελθεῖν, ὁμοίως δὲ καὶ τὴν ἔρημον τοιαύτην τινὰ περὶ τοὺς τόπους ὑπογράψαντες ἡμῖν ὥστʼ, εἰ μὴ θεὸς ἤ τις ἥρως ἀπαντήσας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς, ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογουμένως ἐκ τούτων εἰς ἑκάτερον τῶν προειρημένων
なぜなら彼らは、アルプスの山々の険しさと荒々しさを、馬や軍勢、さらには象たちはおろか、身軽な歩兵でさえ容易には通り抜けられないほどのものであると仮定し、同様に、それらの地域の荒涼たる有様を、もし神かある英雄が現れてハンニバルの一行に道を指し示さなかったならば、彼らは途方に暮れて全員が滅びてしまったであろうというように描き出しているからであり、これらによって、前述のそれぞれに明らかに陥ってしまっているのである……。

語釈・文法注

  1. §3.47.1τούτοις ἀπουραγῶν — 「後衛(しんがり)を務める」を意味する分詞 ἀπουραγῶν に伴う与格 τούτοις は、後衛を構成する部隊(直前の象と騎兵)を示す。「これら(=象と騎兵)を後衛に配して」あるいは「これらを殿として」と解釈される。
  2. §3.47.4τὰ δὲ πεδία — 倒置構文。文頭の τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον(中性複数)は一見主格に見えるが、他動詞 διαζευγνύουσιν の目的格(対格)である。真の主語は動詞の後に置かれている女性複数の αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι(前述の山々の尾根)である。
  3. §3.47.9εἰ μὴ θεὸς ... ὑπέδειξε, ἐξαπορήσαντας ἂν καταφθαρῆναι — 反実仮想の条件文が、ὥστε(結果節)に導かれて間接話法(対格不定詞構文)に変化したもの。直接話法であれば「もし〜が示さなかったならば、彼らは途方に暮れて全員滅びていただろう」(εἰ μὴ ... ὑπέδειξε, ἐξαπορήσαντες ἂν κατεφθάρησαν)となる箇所が、対格主語 ἐξαπορήσαντας(分詞)と不定詞 καταφθαρῆναι + ἄν の形になっている。

この箇所を引用する

ポリュビオス, 歴史 §3.47.1-3.47.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.47.1-3.47.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。