Humanitext Reader

波利比奥斯 · 历史 §3.47.1-3.47.9

汉尼拔的进军路线与对阿尔卑斯山叙述的批判

第 206 段,共 1311 段 · 希腊语

内容简介

叙述了汉尼拔渡河后向内陆进军的路线及周边的地理特征,并批判了那些对越过阿尔卑斯山进行夸大、矛盾且引入超自然力量描写的历史学家。

§3.47.1περαιωθέντων δὲ τῶν θηρίων, ἀναλαβὼν Ἀννίβας τοὺς ἐλέφαντας καὶ τοὺς ἱππεῖς προῆγε τούτοις ἀπουραγῶν παρὰ τὸν ποταμὸν ἀπὸ θαλάττης ὡς ἐπὶ τὴν ἕω, ποιούμενος τὴν πορείαν ὡς εἰς τὴν μεσόγαιον τῆς Εὐρώπης.
兽群渡河完毕后,汉尼拔重整了大象和骑兵,并以它们作为后卫,沿着河流由海边向东进军,仿佛要深入欧洲内陆一般。
§3.47.2ὁ δὲ Ῥοδανὸς ἔχει τὰς μὲν πηγὰς ὑπὲρ τὸν Ἀδριατικὸν μυχὸν πρὸς τὴν ἑσπέραν νευούσας, ἐν τοῖς ἀποκλίνουσι μέρεσι τῶν Ἄλπεων ὡς πρὸς τὰς ἄρκτους, ῥεῖ δὲ πρὸς [τὰς] δύσεις χειμερινάς, ἐκβάλλει δʼ εἰς τὸ Σαρδῷον πέλαγος.
罗讷河的源头位于亚得里亚海湾深处之上,在阿尔卑斯山向北倾斜的部分,朝向西方,它向着冬日落方向流去,并注入撒丁海。
§3.47.3φέρεται δʼ ἐπὶ πολὺ διʼ αὐλῶνος, οὗ πρὸς μὲν τὰς ἄρκτους Ἄρδυες Κελτοὶ κατοικοῦσι, τὴν δʼ ἀπὸ μεσημβρίας αὐτοῦ πλευρὰν ὁρίζουσι πᾶσαν αἱ πρὸς ἄρκτον κεκλιμέναι τῶν Ἄλπεων παρώρειαι.
它在一条峡谷中流淌了很长一段距离,峡谷以北居住着阿尔杜埃斯凯尔特人,而其南侧则完全由阿尔卑斯山向北倾斜的山麓所界定。
τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον, §3.47.4ὑπὲρ ὧν ἡμῖν εἴρηται διὰ πλειόνων, ἀπὸ τοῦ κατὰ τὸν Ῥοδανὸν αὐλῶνος διαζευγνύουσιν αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι, λαμβάνουσαι τὴν ἀρχὴν ἀπὸ Μασσαλίας ἕως ἐπὶ τὸν τοῦ παντὸς Ἀδρίου μυχόν·
我们之前已详加叙述的波河平原,被上述山脉的脊梁与罗讷河谷隔开,这些山脉起自马赛,一直延伸到整个亚得里亚海湾深处。
§3.47.5ἃς τόθʼ ὑπεράρας Ἀννίβας ἀπὸ τῶν κατὰ τὸν Ῥοδανὸν τόπων ἐνέβαλεν εἰς Ἰταλίαν.
当时汉尼拔就是从罗讷河沿岸地区出发,越过这些山脊,侵入意大利的。
§3.47.6ἔνιοι δὲ τῶν γεγραφότων περὶ τῆς ὑπερβολῆς ταύτης, βουλόμενοι τοὺς ἀναγινώσκοντας ἐκπλήττειν τῇ περὶ τῶν προειρημένων τόπων παραδοξολογίᾳ, λανθάνουσιν ἐμπίπτοντες εἰς δύο τὰ πάσης ἱστορίας ἀλλοτριώτατα· καὶ γὰρ ψευδολογεῖν καὶ μαχόμενα γράφειν αὑτοῖς ἀναγκάζονται.
然而,一些关于这次越山行军的著作者,为了用关于上述地点的惊人传说来震慑读者,不知不觉地陷于两个与任何历史都最不相容的错误之中:因为他们被迫既说谎话,又写下自相矛盾的内容。
§3.47.7ἅμα μὲν γὰρ τὸν Ἀννίβαν ἀμίμητόν τινα παρεισάγοντες στρατηγὸν καὶ τόλμῃ καὶ προνοίᾳ τοῦτον ὁμολογουμένως ἀποδεικνύουσιν ἡμῖν ἀλογιστότατον, §3.47.8ἅμα δὲ καταστροφὴν οὐ δυνάμενοι λαμβάνειν οὐδʼ ἔξοδον τοῦ ψεύδους θεοὺς καὶ θεῶν παῖδας εἰς πραγματικὴν ἱστορίαν παρεισάγουσιν.
因为他们一方面把汉尼拔塑造成一个在胆识和远见上都无可匹敌的将领,另一方面却无形中向我们表明他是一个极其轻率愚蠢之人;同时,由于他们无法为自己的谎言找到任何收场或出路,便将神明和神之子引入了真实的史实之中。
§3.47.9ὑποθέμενοι γὰρ τὰς ἐρυμνότητας καὶ τραχύτητας τῶν Ἀλπεινῶν ὀρῶν τοιαύτας ὥστε μὴ οἷον ἵππους καὶ στρατόπεδα, σὺν δὲ τούτοις ἐλέφαντας, ἀλλὰ μηδὲ πεζοὺς εὐζώνους εὐχερῶς ἂν διελθεῖν, ὁμοίως δὲ καὶ τὴν ἔρημον τοιαύτην τινὰ περὶ τοὺς τόπους ὑπογράψαντες ἡμῖν ὥστʼ, εἰ μὴ θεὸς ἤ τις ἥρως ἀπαντήσας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς, ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογουμένως ἐκ τούτων εἰς ἑκάτερον τῶν προειρημένων
因为他们假设阿尔卑斯山脉的险峻与崎岖达到了如此程度,以至于不仅马匹和军队、以及随行的大象,甚至连轻装步兵都无法轻易通过,并且同样将该地区的荒凉景象向我们描绘成:若非有某位神明或英雄现身并为汉尼拔一行指明道路,他们就会陷入绝境而全军覆没;由于这些描写,他们显然陷入了上述两个……

词汇与语法注释

  1. §3.47.1τούτοις ἀπουραγῶν — 伴随分词 ἀπουραγῶν(“充当后卫”、“殿后”)的与格 τούτοις 表示构成后卫的部队(即前文提到的象群和骑兵)。其含义为“以这些作为后卫”或“将这些配在后方防守”。
  2. §3.47.4τὰ δὲ πεδία — 倒装结构。句首的 τὰ δὲ πεδία τὰ περὶ τὸν Πάδον(中性复数)乍看像是主语,但实际上是及物动词 διαζευγνύουσιν(“使……隔开”)的宾格(对格)。真正的语法主语是置于动词之后的女性复数名词短语 αἱ τῶν προειρημένων ὀρῶν ἀκρώρειαι(“前述山脉的脊梁/尾根”)。
  3. §3.47.9εἰ μὴ θεὸς ... ὑπέδειξε, ἐξαπορήσαντας ἂν καταφθαρῆναι — 这是一个过去与事实相反的虚拟条件句,在由 ὥστε(结果子句)引导的间接引语中转化为“对格+不定式”结构。若在直接引语中,其形式应为“若非神明指引,他们必已陷入绝境而全军覆没”(εἰ μὴ ... ὑπέδειξε, ἐξαπορήσαντες ἂν κατεφθάρησαν),在此处则表现为宾格主语/分词 ἐξαπορήσαντας 与不定式 καταφθαρῆναι 结合并带修饰算子 ἄν 的形式。

引用这一段

波利比奥斯, 历史 §3.47.1-3.47.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.47.1-3.47.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。