§3.46.1ἡ διακομιδὴ τῶν θηρίων τοιαύτη τις.
象たちの運搬は次のようなものであった。
πήξαντες σχεδίας καὶ πλείους ἀραρότως, τούτων δύο πρὸς ἀλλήλας ζεύξαντες βιαίως ἤρεισαν ἀμφοτέρας εἰς τὴν γῆν κατὰ τὴν ἔμβασιν τοῦ ποταμοῦ, πλάτος ἐχούσας τὸ συναμφότερον ὡς πεντήκοντα πόδας.
彼らは複数のいかだを頑丈に組み立て、そのうちの二艘を互いにしっかりと連結し、川の乗り入れ口で両方を岸に固定した。 二艘合わせた幅は約五十フィートであった。
§3.46.2ταύταις δὲ συζευγνύντες ἄλλας ἐκ τῶν ἐκτὸς προσήρμοζον, προτείνοντες τὴν κατασκευὴν τοῦ ζεύγματος εἰς τὸν πόρον.
これらに別のいかだを外側から連結して取り付け、橋の構造を水路の中へと延ばしていった。
§3.46.3τὴν δʼ ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἐκ τῆς γῆς ἐπιγύοις, εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες, πρὸς τὸ συμμένειν καὶ μὴ παρωθεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ.
そして、流れに向かう側の側面を陸からの索具で固定し、それを岸辺に生えている木々に結びつけ、構造物全体が持ちこたえ、川の下流へと押し流されないようにした。
§3.46.4ποιήσαντες δὲ πρὸς δύο πλέθρα τῷ μήκει τὸ πᾶν ζεῦγμα τῆς προβολῆς, μετὰ ταῦτα δύο πεπηγυίας σχεδίας διαφερόντως [τὰς μεγίστας] προσέβαλον ταῖς ἐσχάταις, πρὸς αὑτὰς μὲν βιαίως δεδεμένας, πρὸς δὲ τὰς ἄλλας οὕτως ὥστʼ εὐδιακόπους αὐτῶν εἶναι τοὺς δεσμούς.
突き出た橋全体の長さを約二プレトロンにした後、彼らは特別に頑丈に作られた二艘の〔最も大きな〕いかだを、最も端のいかだに取り付けた。 これらは互いにはしっかりと結び合わされていたが、他のいかだに対しては結び目が容易に切断できるように結ばれていた。
ῥύματα δὲ καὶ πλείω ταύταις ἐνῆψαν,
そして、これらにいくつかの曳航索を結びつけた。
§3.46.5οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖν καὶ περαιώσειν ἐπὶ τούτων τὰ θηρία.
それらを使って、曳航する小舟が、いかだが川下に流されるのを防ぎ、流れに抗して力ずくで留めつつ、象たちをその上に載せて対岸へと運び、渡らせるのである。
§3.46.6μετὰ δὲ ταῦτα χοῦν ἔφερον ἐπὶ πάσας πολύν, ἕως ἐπιβάλλοντες ἐξωμοίωσαν, ὁμαλὴν καὶ σύγχρουν ποιοῦντες τῇ διὰ τῆς χέρσου φερούσῃ πρὸς τὴν διάβασιν ὁδῷ.
その後、彼らはすべてのいかだの上に多量の土を運び込み、それを敷き詰めることで、陸地から渡し場へと続く道と同じように平らで、同じ色に見えるようにした。
§3.46.7τῶν δὲ θηρίων εἰθισμένων τοῖς Ἰνδοῖς μέχρι μὲν πρὸς τὸ ὑγρὸν ἀεὶ πειθαρχεῖν, εἰς δὲ τὸ ὕδωρ ἐμβαίνειν οὐδαμῶς ἔτι τολμώντων, ἦγον διὰ τοῦ χώματος δύο προθέμενοι θηλείας, πειθαρχούντων αὐταῖς τῶν θηρίων.
象たちは水際までは常にインド人の象使いに従うよう慣らされていたが、水の中に入ることは決してあえてしなかったので、彼らは二頭の雌を先頭に立たせ、土を盛った通路を通って彼らを導いた。 象たちはその雌たちに従ったのである。
§3.46.8ἐπεὶ δʼ ἐπὶ τὰς τελευταίας ἐπέστησαν σχεδίας, διακόψαντες τοὺς δεσμούς, οἷς προσήρτηντο πρὸς τὰς ἄλλας, καὶ τοῖς λέμβοις ἐπισπασάμενοι τὰ ῥύματα ταχέως ἀπέσπασαν ἀπὸ τοῦ χώματος τά τε θηρία καὶ τὰς ὑπʼ αὐτοῖς σχεδίας.
そして彼らが最後のいかだの上に立ったとき、他のいかだに繋ぎ止められていた結び目を切断し、小舟で曳航索を引っ張って、象たちと彼らの下にあるいかだを土の通路から素早く引き離した。
§3.46.9οὗ γενομένου διαταραχθέντα τὰ ζῷα κατὰ μὲν τὰς ἀρχὰς ἐστρέφετο καὶ κατὰ πάντα τόπον ὥρμα· περιεχόμενα δὲ πανταχόθεν ὑπὸ τοῦ ῥεύματος ἀπεδειλία καὶ μένειν ἠναγκάζετο κατὰ χώραν.
これが起こると、混乱した動物たちは最初は向きを変え、あらゆるところへ駆け出そうとしたが、四方を流れに囲まれているために恐怖に陥り、その場に留まることを余儀なくされた。
§3.46.10καὶ τοιούτῳ δὴ τρόπῳ προσαρμοζομένων ἀεὶ σχεδιῶν δυεῖν, τὰ πλεῖστα τῶν θηρίων ἐπὶ τούτων διεκομίσθη,
そしてまさにこのような方法で、常に二艘のいかだを繋ぎ合わせることで、大半の象たちがその上に載せられて運ばれた。
§3.46.11τινὰ δὲ κατὰ μέσον τὸν πόρον ἀπέρριψεν εἰς τὸν ποταμὸν αὑτὰ διὰ τὸν φόβον·
しかし、何頭かは渡る途中で恐怖のあまり自ら川に身を投げた。
ὧν τοὺς μὲν Ἰνδοὺς ἀπολέσθαι συνέβη πάντας, τοὺς δʼ ἐλέφαντας διασωθῆναι.
その結果、インド人の象使いたちは全員溺死してしまったが、象たちは命を救われた。
§3.46.12διὰ γὰρ τὴν δύναμιν καὶ τὸ μέγεθος τῶν προβοσκίδων ἐξαίροντες ταύτας ὑπὲρ τὸ ὑγρὸν καὶ διαπνέοντες, ἅμα δʼ ἐκφυσῶντες πᾶν τὸ παρεμπῖπτον ἀντέσχον, τὸ πολὺ καθʼ ὕδατος ὀρθοὶ ποιούμενοι τὴν πορείαν.
というのも、彼らは鼻の力強さと大きさのおかげで、それを水面上に持ち上げて呼吸し、同時に中に入り込む水を吹き出しながら持ちこたえ、大半は水中に没しながらも、直立して進んでいったからである。