§3.4.1εἰ μὲν οὖν ἐξ αὐτῶν τῶν κατορθωμάτων ἢ καὶ τῶν ἐλαττωμάτων ἱκανὴν ἐνεδέχετο ποιήσασθαι τὴν διάληψιν ὑπὲρ τῶν ψεκτῶν ἢ τοὐναντίον ἐπαινετῶν ἀνδρῶν καὶ πολιτευμάτων, ἐνθάδε που λήγειν ἂν ἡμᾶς ἔδει καὶ καταστρέφειν ἅμα τὴν διήγησιν καὶ τὴν πραγματείαν ἐπὶ τὰς τελευταίας ῥηθείσας πράξεις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
したがって、もし成功そのものや、あるいは失敗そのものから、非難されるべき、あるいは反対に称賛されるべき人々や国制について十分な判断を下すことが可能であったならば、私たちは、当初の意図に従って、このあたりで叙述と著作を同時に終え、最後に述べた事績において締めくくるべきであっただろう。
§3.4.2ὅ τε γὰρ χρόνος ὁ πεντηκοντακαιτριετὴς εἰς ταῦτʼ ἔληγεν, ἥ τʼ αὔξησις καὶ προκοπὴ τῆς Ῥωμαίων δυναστείας ἐτετελείωτο·
というのも、五十三年間という期間はこれらの事績で終わり、ローマの支配権の増大と進展は完了していたからである。
§3.4.3πρὸς δὲ τούτοις ὁμολογούμενον ἐδόκει τοῦτʼ εἶναι καὶ κατηναγκασμένον ἅπασιν ὅτι λοιπόν ἐστι Ῥωμαίων ἀκούειν καὶ τούτοις πειθαρχεῖν ὑπὲρ τῶν παραγγελλομένων.
さらにこれに加えて、今やローマ人の言うことを聞き、その命令に従うことが残されているということは、すべての人にとって合意され、やむを得ないことと思われていたからである。
§3.4.4ἐπεὶ δʼ οὐκ αὐτοτελεῖς εἰσιν οὔτε περὶ τῶν κρατησάντων οὔτε περὶ τῶν ἐλαττωθέντων αἱ ψιλῶς ἐξ αὐτῶν τῶν ἀγωνισμάτων διαλήψεις,
しかし、単に戦いそのものから得られる判断は、勝者についても敗者についても、それ自体で完結したものではない。
§3.4.5διὰ τὸ πολλοῖς μὲν τὰ μέγιστα δοκοῦντʼ εἶναι τῶν κατορθωμάτων, ὅταν μὴ δεόντως αὐτοῖς χρήσωνται, τὰς μεγίστας ἐπενηνοχέναι συμφοράς, οὐκ ὀλίγοις δὲ τὰς ἐκπληκτικωτάτας περιπετείας, ὅταν εὐγενῶς αὐτὰς ἀναδέξωνται, πολλάκις εἰς τὴν τοῦ συμφέροντος περιπεπτωκέναι μερίδα,
なぜなら、多くの者にとって、最も偉大と思われる成功が、それを適切に用いないときには、最大の災厄をもたらすことがあり、また少なからぬ者にとって、最も衝撃的な逆境が、それを気高く受け止めたときには、しばしば有益な側面に転じることがあるからである。
§3.4.6προσθετέον ἂν εἴη ταῖς προειρημέναις πράξεσι τήν τε τῶν κρατούντων αἵρεσιν, ποία τις ἦν μετὰ ταῦτα καὶ πῶς προεστάτει τῶν ὅλων, τάς τε τῶν ἄλλων ἀποδοχὰς καὶ διαλήψεις, πόσαι καὶ τίνες ὑπῆρχον περὶ τῶν ἡγουμένων, πρὸς δὲ τούτοις τὰς ὁρμὰς καὶ τοὺς ζήλους ἐξηγητέον, τίνες παρʼ ἑκάστοις ἐπεκράτουν καὶ κατίσχυον περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας.
したがって、前述の事績に加えて、支配者たちの基本方針がその後どのようなものであり、いかにして全体を指導したのか、また他の者たちの受け止め方や判断が、指導者たちに対してどのようなものでどれほど存在したのか、さらに、各々の人々の私生活や共同体の国制においてどのような衝動や熱意が優勢であり強力であったのかを、説明しなければならないだろう。
§3.4.7δῆλον γὰρ ὡς ἐκ τούτων φανερὸν ἔσται τοῖς μὲν νῦν οὖσιν πότερα φευκτὴν ἢ τοὐναντίον αἱρετὴν εἶναι συμβαίνει τὴν Ῥωμαίων δυναστείαν, τοῖς δʼ ἐπιγενομένοις πότερον ἐπαινετὴν καὶ ζηλωτὴν ἢ ψεκτὴν γεγονέναι νομιστέον τὴν ἀρχὴν αὐτῶν.
なぜなら、これらによって、現在の世界に生きる人々にとってはローマの支配権が避けるべきものであるか、あるいは反対に望ましいものであるかが明らかになり、後世の人々にとっては彼らの帝国が称賛され見倣われるべきものであったか、あるいは非難されるべきものであったとみなすべきかが明らかになるからである。
§3.4.8τὸ γὰρ ὠφέλιμον τῆς ἡμετέρας ἱστορίας πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον ἐν τούτῳ πλεῖστον κείσεται τῷ μέρει.
私たちの歴史の有用性は、現在および未来に対して、この部分にこそ最も多くかかっているからである。
§3.4.9οὐ γὰρ δὴ τοῦτʼ εἶναι τέλος ὑποληπτέον ἐν πράγμασιν οὔτε τοῖς ἡγουμένοις οὔτε τοῖς ἀποφαινομένοις ὑπὲρ τούτων, τὸ νικῆσαι καὶ ποιήσασθαι πάντας ὑφʼ ἑαυτούς.
行為においても、指導する者にとっても、それらについて意見を述べる者にとっても、勝利すること、そしてすべての人々を自分たちに従属させることが究極の目的であると考えてはならない。
§3.4.10οὔτε γὰρ πολεμεῖ τοῖς πέλας οὐδεὶς νοῦν ἔχων ἕνεκεν αὐτοῦ τοῦ καταγωνίσασθαι τοὺς ἀντιταττομένους, οὔτε πλεῖ τὰ πελάγη χάριν τοῦ περαιωθῆναι μόνον, καὶ μὴν οὐδὲ τὰς ἐμπειρίας καὶ τέχνας αὐτῆς ἕνεκα τῆς ἐπιστήμης ἀναλαμβάνει·
分別のある者は誰も、敵対する者を打ち倒すことそれ自体のためだけに隣人と戦争をすることはないし、ただ海を渡るためだけに航海することもない。 さらに、知識それ自体のためだけに諸々の経験や技術を身につけることもない。
§3.4.11πάντες δὲ πράττουσι πάντα χάριν τῶν ἐπιγινομένων τοῖς ἔργοις ἡδέων ἢ καλῶν ἢ συμφερόντων.
すべての人は、行為の結果として起こる快いこと、高貴なこと、あるいは有益なことのために、すべてのことを行うのである。
§3.4.12διὸ καὶ τῆς πραγματείας ταύτης τοῦτʼ ἔσται τελεσιούργημα, τὸ γνῶναι τὴν κατάστασιν παρʼ ἑκάστοις, ποία τις ἦν μετὰ τὸ καταγωνισθῆναι τὰ ὅλα καὶ πεσεῖν εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἕως τῆς μετὰ ταῦτα πάλιν ἐπιγενομένης ταραχῆς καὶ κινήσεως.
それゆえ、この著作の完成もまた、全天下が征服されローマの支配下に下った後の、各々の国における状況がどのようなものであったかを知ることにあり、それはその後に再び生じた混乱と動乱に至るまで続く。
§3.4.13ὑπὲρ ἧς διὰ τὸ μέγεθος τῶν ἐν αὐτῇ πράξεων καὶ τὸ παράδοξον τῶν συμβαινόντων, τὸ δὲ μέγιστον, διὰ τὸ τῶν πλείστων μὴ μόνον αὐτόπτης, ἀλλʼ ὧν μὲν συνεργὸς ὧν δὲ καὶ χειριστὴς γεγονέναι, προήχθην οἷον ἀρ
この動乱については、その中での事績の重大さと、起こったことの予想外さ、そして何よりも、その大半を目撃しただけでなく、あることについては協力者、またあることについては当事者であったことから、私はまるで新たな端緒を[開くかのように促された...]