Humanitext Reader

波利比奥斯 · 历史 §3.4.1-3.4.13

扩大记述范围至征服后动荡的理由与史学效用

第 163 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯阐明,仅叙述罗马征服世界的五十三年历史不足以评估其统治的影响,并论证了将征服后的局势及随后的动荡纳入叙述范围的必要性与实用价值。

§3.4.1εἰ μὲν οὖν ἐξ αὐτῶν τῶν κατορθωμάτων ἢ καὶ τῶν ἐλαττωμάτων ἱκανὴν ἐνεδέχετο ποιήσασθαι τὴν διάληψιν ὑπὲρ τῶν ψεκτῶν ἢ τοὐναντίον ἐπαινετῶν ἀνδρῶν καὶ πολιτευμάτων, ἐνθάδε που λήγειν ἂν ἡμᾶς ἔδει καὶ καταστρέφειν ἅμα τὴν διήγησιν καὶ τὴν πραγματείαν ἐπὶ τὰς τελευταίας ῥηθείσας πράξεις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
因此,如果仅凭成功本身或失败本身,就足以对那些应受指责或相反应受赞扬的人们和政体做出充分的评判,那么我们本应当在此处停止,并根据最初的设想,在最后提到的这些事迹中同时结束我们的叙述和这部著作。
§3.4.2ὅ τε γὰρ χρόνος ὁ πεντηκοντακαιτριετὴς εἰς ταῦτʼ ἔληγεν, ἥ τʼ αὔξησις καὶ προκοπὴ τῆς Ῥωμαίων δυναστείας ἐτετελείωτο· §3.4.3πρὸς δὲ τούτοις ὁμολογούμενον ἐδόκει τοῦτʼ εἶναι καὶ κατηναγκασμένον ἅπασιν ὅτι λοιπόν ἐστι Ῥωμαίων ἀκούειν καὶ τούτοις πειθαρχεῖν ὑπὲρ τῶν παραγγελλομένων.
因为那五十三年的时间正好结束于此,而且罗马统治权的增长和进步也已告完成;此外,对所有人而言,这似乎已是公认且无可奈何的事实:今后唯一的出路就是听从罗马人的安排并服从他们的命令。
§3.4.4ἐπεὶ δʼ οὐκ αὐτοτελεῖς εἰσιν οὔτε περὶ τῶν κρατησάντων οὔτε περὶ τῶν ἐλαττωθέντων αἱ ψιλῶς ἐξ αὐτῶν τῶν ἀγωνισμάτων διαλήψεις, §3.4.5διὰ τὸ πολλοῖς μὲν τὰ μέγιστα δοκοῦντʼ εἶναι τῶν κατορθωμάτων, ὅταν μὴ δεόντως αὐτοῖς χρήσωνται, τὰς μεγίστας ἐπενηνοχέναι συμφοράς, οὐκ ὀλίγοις δὲ τὰς ἐκπληκτικωτάτας περιπετείας, ὅταν εὐγενῶς αὐτὰς ἀναδέξωνται, πολλάκις εἰς τὴν τοῦ συμφέροντος περιπεπτωκέναι μερίδα,
然而,由于仅仅根据战斗本身所做出的评判,无论是对于征服者还是被征服者,都不是自足的,因为对许多人来说,那些看似最伟大的成功,如果使用不当,往往会带来最大的灾难;而对不少人来说,最令人震惊的逆境,若能高尚地承受,则常常会转化为有利的因素。
§3.4.6προσθετέον ἂν εἴη ταῖς προειρημέναις πράξεσι τήν τε τῶν κρατούντων αἵρεσιν, ποία τις ἦν μετὰ ταῦτα καὶ πῶς προεστάτει τῶν ὅλων, τάς τε τῶν ἄλλων ἀποδοχὰς καὶ διαλήψεις, πόσαι καὶ τίνες ὑπῆρχον περὶ τῶν ἡγουμένων, πρὸς δὲ τούτοις τὰς ὁρμὰς καὶ τοὺς ζήλους ἐξηγητέον, τίνες παρʼ ἑκάστοις ἐπεκράτουν καὶ κατίσχυον περί τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰς κοινὰς πολιτείας.
因此,我们必须在前述事迹之外,再加上征服者后来的政策如何、他们如何管理一切,以及其他人的接受度和评判,即对统治者的看法有多少和是怎样的;此外,还必须阐明各方的冲动和热忱,即在个人的私人生活和共同的城邦政体中,哪些冲动和热忱在每个人中间占据了主导和统治地位。
§3.4.7δῆλον γὰρ ὡς ἐκ τούτων φανερὸν ἔσται τοῖς μὲν νῦν οὖσιν πότερα φευκτὴν ἢ τοὐναντίον αἱρετὴν εἶναι συμβαίνει τὴν Ῥωμαίων δυναστείαν, τοῖς δʼ ἐπιγενομένοις πότερον ἐπαινετὴν καὶ ζηλωτὴν ἢ ψεκτὴν γεγονέναι νομιστέον τὴν ἀρχὴν αὐτῶν.
因为显然,通过这些,对于当今世人来说,罗马的统治到底是应当规避还是相反应当选择,将会变得一目了然;而对于后世之人,他们的帝国到底应当被视为值得赞美和效仿,还是应当受到谴责,也会昭然若揭。
§3.4.8τὸ γὰρ ὠφέλιμον τῆς ἡμετέρας ἱστορίας πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον ἐν τούτῳ πλεῖστον κείσεται τῷ μέρει.
因为我们的历史对于现在和未来的益处,将最大程度地取决于这一部分。
§3.4.9οὐ γὰρ δὴ τοῦτʼ εἶναι τέλος ὑποληπτέον ἐν πράγμασιν οὔτε τοῖς ἡγουμένοις οὔτε τοῖς ἀποφαινομένοις ὑπὲρ τούτων, τὸ νικῆσαι καὶ ποιήσασθαι πάντας ὑφʼ ἑαυτούς.
因为绝不能认为,在实际事务中,无论是对于领导者还是对于对此发表意见的人来说,战胜并使所有人都屈服于自己就是终极目的。
§3.4.10οὔτε γὰρ πολεμεῖ τοῖς πέλας οὐδεὶς νοῦν ἔχων ἕνεκεν αὐτοῦ τοῦ καταγωνίσασθαι τοὺς ἀντιταττομένους, οὔτε πλεῖ τὰ πελάγη χάριν τοῦ περαιωθῆναι μόνον, καὶ μὴν οὐδὲ τὰς ἐμπειρίας καὶ τέχνας αὐτῆς ἕνεκα τῆς ἐπιστήμης ἀναλαμβάνει· §3.4.11πάντες δὲ πράττουσι πάντα χάριν τῶν ἐπιγινομένων τοῖς ἔργοις ἡδέων ἢ καλῶν ἢ συμφερόντων.
因为没有一个有理智的人,会仅仅为了打败对手而与邻人开战,也不会仅仅为了渡河而航行于海洋,更不会仅为了知识本身而学习经验和技艺;相反,所有人做所有事,都是为了这些行为之后所带来的令人愉悦、高尚或有益的结果。
§3.4.12διὸ καὶ τῆς πραγματείας ταύτης τοῦτʼ ἔσται τελεσιούργημα, τὸ γνῶναι τὴν κατάστασιν παρʼ ἑκάστοις, ποία τις ἦν μετὰ τὸ καταγωνισθῆναι τὰ ὅλα καὶ πεσεῖν εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἕως τῆς μετὰ ταῦτα πάλιν ἐπιγενομένης ταραχῆς καὶ κινήσεως.
因此,这部著作的圆满完成也在于此:了解在天下被征服并落入罗马人权力之下后,各地的局势如何,直到后来再次发生混乱和动荡。
§3.4.13ὑπὲρ ἧς διὰ τὸ μέγεθος τῶν ἐν αὐτῇ πράξεων καὶ τὸ παράδοξον τῶν συμβαινόντων, τὸ δὲ μέγιστον, διὰ τὸ τῶν πλείστων μὴ μόνον αὐτόπτης, ἀλλʼ ὧν μὲν συνεργὸς ὧν δὲ καὶ χειριστὴς γεγονέναι, προήχθην οἷον ἀρ
对于这一动荡,由于其中事迹的重大以及所发生之事的出人意料,而最重要的是,由于对其中大部分事情我不仅是目击者,而且有些是协作者,有些甚至是主持者,我被促使,仿佛要[开始写...]

词汇与语法注释

  1. §3.4.1ἂν ἡμᾶς ἔδει — 反事实条件句(前件为 εἰ + 直说语气过去未完成时)的后件。无人称动词 ἔδει 连同 ἄν 表示“我们本应当……”(但实际上不必如此)。
  2. §3.4.3λοιπόν ἐστι Ῥωμαίων ἀκούειν — λοιπόν ἐστι 是无人称表达,意为“如今只剩下……”,以不定式 ἀκούειν 和 πειθαρχεῖν 为主语。属格 Ῥωμαίων 是动词 ἀκούειν(听从、服从)所要求的属格补足语。
  3. §3.4.5διὰ τὸ ... ἐπενηνοχέναι ... περιπεπτωκέναι — 由介词 διὰ 支配的双重带冠词不定式结构。在前半部分(μὲν)中,τὰ μέγιστα τῶν κατορθωμάτων(最伟大的成功)是不定式 ἐπενηνοχέναι(带来)的主格(对格)主语;在后半部分(δὲ)中,τὰς ἐκπληκτικωτάτας περιπετείας(最令人震惊的逆境)是不定式 περιπεπτωκέναι(陷入/转化为)的主格(对格)主语。
  4. §3.4.6προσθετέον ἂν εἴη ... ἐξηγητέον — 动形容词(προσθετέον 和 ἐξηγητέον)的无人称用法。前者与祈愿语气 εἴη 及语气词 ἄν 连用,表示缓和的必要性或建议(“应当予以增加”),后者同样延续了这一语气(“必须予以阐明”)。
  5. §3.4.13οἷον ἀρ — 由于抄本残缺或文本截断,在 οἷον ἀρ 处中断。原文完整的表述应为 οἷον ἀρχὴν ποιήσασθαι γράφειν ἄλλην πραγματείαν(“仿佛开始撰写另一部著作”)。

引用这一段

波利比奥斯, 历史 §3.4.1-3.4.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.4.1-3.4.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。