§3.5.1χὴν ποιησάμενος ἄλλην γράφειν.
[別の端緒]を設けて、新たに執筆を始めるように[促された]。
ἦν δʼ ἡ προειρημένη κίνησις, ἐν ᾗ Ῥωμαῖοι μὲν πρὸς Κελτίβηρας καὶ Οὐακκαίους ἐξήνεγκαν πόλεμον, Καρχηδόνιοι δὲ τὸν πρὸς Μασαννάσαν βασιλέα τῶν Λιβύων·
前述の動乱とは次のようなものであり、その中でローマ人はケルティベリア人およびウァッカエイ人に対して戦争を起こし、カルタゴ人はリビアの王マサナッサに対して戦争を起こした。
§3.5.2περὶ δὲ τὴν Ἀσίαν Ἄτταλος μὲν καὶ Προυσίας πρὸς ἀλλήλους ἐπολέμησαν, ὁ δὲ τῶν Καππαδοκῶν βασιλεὺς Ἀριαράθης ἐκπεσὼν ἐκ τῆς ἀρχῆς ὑπʼ Ὀροφέρνους διὰ Δημητρίου τοῦ βασιλέως αὖθις ἀνεκτήσατο διʼ Ἀττάλου τὴν πατρῴαν ἀρχήν.
アジアにおいては、アッタロスとプルシアスが互いに戦い、カッパドキアの王アリアラテスは、デメトリオス王の助力によってオロフェルネスに王位を追われたが、アッタロスの助力により再び父祖の王権を取り戻した。
§3.5.3ὁ δὲ Σελεύκου Δημήτριος κύριος γενόμενος ἔτη δώδεκα τῆς ἐν Συρίᾳ βασιλείας ἅμα τοῦ βίου καὶ τῆς ἀρχῆς ἐστερήθη, συστραφέντων ἐπʼ αὐτὸν τῶν ἄλλων βασιλέων.
セレウコスの子デメトリオスは、シリアの王位を十二年間保持したが、他の王たちが彼に対して団結したため、命と王位を同時に奪われた。
§3.5.4ἀποκατέστησαν δὲ καὶ Ῥωμαῖοι τοὺς Ἕλληνας εἰς τὴν οἰκείαν τοὺς ἐκ τοῦ Περσικοῦ πολέμου καταιτιαθέντας, ἀπολύσαντες τῆς ἐπενεχθείσης αὐτοῖς διαβολῆς.
またローマ人は、ペルセウスとの戦争の際に嫌疑をかけられていたギリシア人たちを彼らの故郷へと復帰させ、彼らにかけられていた非難を解いた。
§3.5.5οἱ δʼ αὐτοὶ μετʼ οὐ πολὺ Καρχηδονίοις ἐπέβαλον τὰς χεῖρας, τὸ μὲν πρῶτον μεταναστῆσαι, μετὰ δὲ ταῦτα πάλιν ἄρδην αὐτοὺς ἐξαναστῆσαι προθέμενοι διὰ τὰς ἐν τοῖς ἑξῆς ῥηθησομένας αἰτίας.
その彼ら(ローマ人)は、それから間もなく、後に述べる理由によって、最初は彼らを移住させ、次いで完全に根絶やしにすることを意図して、カルタゴ人に手を下した。
§3.5.6οἷς κατάλληλα Μακεδόνων μὲν ἀπὸ τῆς Ῥωμαίων φιλίας, Λακεδαιμονίων δὲ τῆς τῶν Ἀχαιῶν συμπολιτείας ἀποστάντων, ἅμα τὴν ἀρχὴν καὶ τὸ τέλος ἔσχε τὸ κοινὸν ἀτύχημα πάσης τῆς Ἑλλάδος.
これらと呼応して、マケドニア人がローマとの友好関係から離反し、ラケダイモン人がアカイア同盟から離脱すると、ギリシア全体に共通する不幸が、その始まりと終わりを同時に迎えた。
τὰ μὲν οὖν τῆς ἐπιβολῆς ἡμῶν τοιαῦτα·
さて、私の計画は以上のようなものである。
§3.5.7προσδεῖ δʼ ἔτι τῆς τύχης, ἵνα συνδράμῃ τὰ τοῦ βίου πρὸς τὸ τὴν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν.
しかし、この計画を完成へと導くためには、私の人生の歩みがそれと同調するように、さらに運命の助けが必要である。
§3.5.8πέπεισμαι μὲν γάρ, κἄν τι συμβῇ περὶ ἡμᾶς ἀνθρώπινον, οὐκ ἀργήσειν τὴν ὑπόθεσιν οὐδʼ ἀπορήσειν ἀνδρῶν ἀξιόχρεων, διὰ δὲ τὸ κάλλος πολλοὺς κατεγγυηθήσεσθαι καὶ σπουδάσειν ἐπὶ τέλος ἀγαγεῖν αὐτήν.
というのも、もし私に人間の身に起こる不測の事態が起こったとしても、この主題が放置されることはなく、能力のある人物に事欠くこともないと確信しているからである。 その主題の素晴らしさのゆえに、多くの人々がこれに関わることを誓い、これを完成へと導くために努めるであろう。
§3.5.9ἐπεὶ δὲ τὰς ἐπιφανεστάτας τῶν πράξεων ἐπὶ κεφαλαίου διεληλύθαμεν, βουλόμενοι καὶ καθόλου καὶ κατὰ μέρος εἰς ἔννοιαν ἀγαγεῖν τῆς ὅλης ἱστορίας τοὺς ἐντυγχάνοντας, ὥρα μνημονεύοντας τῆς προθέσεως ἐπαναγαγεῖν ἐπὶ τὴν ἀρχὴν τῆς αὑτῶν ὑποθέσεως.
さて、読者が歴史全体を概括的にも個別的にも理解できるように、私たちが最も顕著な事績を要約して述べてきたのであるから、今こそ当初の計画を思い起こし、私たちの主題の始まりへと立ち返るべき時である。