§3.39.1διὰ τοῦ λόγου συνεπιδεικνυμένους.
言論を通じて指し示される場所へと。
ἀφέμενοι δὲ τούτων τρεψόμεθα πρὸς τὸ συνεχὲς τῆς προκειμένης ἡμῖν διηγήσεως.
しかし、これらのことは脇に置いて、我々の前に横たわる叙述の続きへと戻ることとしよう。
§3.39.2Καρχηδόνιοι γὰρ ἐν τούτοις τοῖς καιροῖς τῆς μὲν Λιβύης ἐκυρίευον πάντων τῶν ἐπὶ τὴν ἔσω θάλατταν νευόντων μερῶν ἀπὸ τῶν Φιλαίνου βωμῶν, οἳ κεῖνται κατὰ τὴν μεγάλην Σύρτιν, ἕως ἐφʼ Ἡρακλέους στήλας.
というのも、カルタゴ人はこの時期、大シリティス湾に位置するフィライノスの祭壇からヘラクレスの柱に至るまで、内海に面したリビアのすべての地域を支配していたからである。
§3.39.3τοῦτο δὲ τὸ μῆκός ἐστι τῆς παραλίας ὑπὲρ τοὺς ἑξακισχιλίους καὶ μυρίους σταδίους.
そして、この沿岸の長さは1万6千スタディオン以上である。
§3.39.4διαβάντες δὲ τὸν καθʼ Ἡρακλείους στήλας πόρον ὁμοίως ἐκεκρατήκεισαν καὶ τῆς Ἰβηρίας ἁπάσης ἕως τῆς ῥαχίας, ὃ πέρας ἐστὶ πρὸς τῇ καθʼ ἡμᾶς θαλάττῃ τῶν Πυρηναίων ὀρῶν, ἃ διορίζει τοὺς Ἴβηρας καὶ Κελτούς.
また彼らは、ヘラクレスの柱の海峡を渡り、同様に、イベリア人とケルト人を分かつピレネー山脈の、我々の海に面した末端である磯に至るまで、イベリアの全土をも支配していた。
§3.39.5ἀπέχει δὲ τοῦ καθʼ Ἡρακλείους στήλας στόματος οὗτος ὁ τόπος περὶ ὀκτακισχιλίους σταδίους.
この場所は、ヘラクレスの柱の口からおよそ8千スタディオン離れている。
§3.39.6ἐπὶ μὲν γὰρ Καινὴν πόλιν ἀπὸ στηλῶν εἶναι συμβαίνει τρισχιλίους, ὅθεν ἐποιεῖτο τὴν ὁρμὴν Ἀννίβας τὴν εἰς Ἰταλίαν· [τὴν δὲ Καινὴν πόλιν ἔνιοι Νέαν Καρχηδόνα καλοῦσιν]· ἀπὸ δὲ ταύτης εἰσὶν ἐπὶ μὲν τὸν Ἴβηρα ποταμὸν ἑξακόσιοι στάδιοι πρὸς δισχιλίοις,
というのも、柱から新市(ハンニバルがそこからイタリアへの進軍を開始した場所)までは3千スタディオンであり[新市をカルタゴ・ノヴァと呼ぶ者もいる]、そこからエブロ川までは2千6百スタディオンであるからである。
§3.39.7ἀπὸ δὲ τούτου πάλιν εἰς Ἐμπόριον χίλιοι σὺν ἑξακοσίοις, ἀπὸ δʼ Ἐμπορίου πόλεως εἰς περὶ ἑξακοσίους, §3.39.8καὶ μὴν ἐντεῦθεν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν περὶ χιλίους ἑξακοσίους·
また、この川から再びエンポリオンまでは1千6百スタディオン、エンポリオンの街から(ピレネーの境界まで)はおよそ6百スタディオン、さらにそこからローヌ川の渡河地点まではおよそ1千6百スタディオンである。
[ταῦτα γὰρ νῦν βεβημάτισται καὶ σεσημείωται κατὰ σταδίους ὀκτὼ διὰ Ῥωμαίων ἐπιμελῶς·
[これらは現在、ローマ人によって8スタディオンごとに注意深く測定され、標識が立てられている。
§3.39.9] ἀπὸ δὲ τῆς διαβάσεως τοῦ Ῥοδανοῦ πορευομένοις παρʼ αὐτὸν τὸν ποταμὸν ὡς ἐπὶ τὰς πηγὰς ἕως πρὸς τὴν ἀναβολὴν τῶν Ἄλπεων τὴν εἰς Ἰταλίαν χίλιοι τετρακόσιοι.
]そしてローヌ川の渡河地点から、川自体に沿って水源の方へ、イタリアへと至るアルプスの登り口まで進む者にとっては1千4百スタディオンである。
§3.39.10λοιπαὶ δʼ αἱ τῶν Ἄλπεων ὑπερβολαί, περὶ χιλίους διακοσίους· ἃς ὑπερβαλὼν ἔμελλεν ἥξειν εἰς τὰ περὶ τὸν Πάδον πεδία τῆς Ἰταλίας.
残るアルプス越えはおよそ1千2百スタディオンであり、これを越えることで、彼はイタリアのポー川周辺の平野に到着することになっていた。
§3.39.11ὥστʼ εἶναι τοὺς πάντας ἐκ Καινῆς πόλεως σταδίους περὶ ἐννακισχιλίους, οὓς ἔδει διελθεῖν αὐτόν.
それゆえ、新市から彼が踏破せねばならなかった合計のスタディオン数は、およそ9千となる。
§3.39.12τούτων δὴ τῶν τόπων κατὰ μὲν τὸ μῆκος ἤδη σχεδὸν τοὺς ἡμίσεις διεληλύθει, κατὰ δὲ τὴν δυσχέρειαν τὸ πλέον αὐτῷ μέρος ἀπελείπετο τῆς πορείας.
これらの地域について、距離の点では彼はすでにほぼ半分を進んでいたが、困難さの点では、道行きのより大きな部分が彼に残されていた。