§3.38.1κατὰ μέρος λόγον ἀποδώσομεν.
詳細な説明を行うこととする。
καθάπερ δὲ καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης, καθὸ συνάπτουσιν ἀλλήλαις περὶ τὴν Αἰθιοπίαν, οὐδεὶς ἔχει λέγειν ἀτρεκῶς ἕως τῶν καθʼ ἡμᾶς καιρῶν πότερον ἤπειρός ἐστι κατὰ τὸ συνεχὲς τὰ πρὸς τὴν μεσημβρίαν ἢ θαλάττῃ περιέχεται, §3.38.2τὸν αὐτὸν τρόπον τὸ μεταξὺ Τανάιδος καὶ Νάρβωνος εἰς τὰς ἄρκτους ἀνῆκον ἄγνωστον ἡμῖν ἕως τοῦ νῦν ἐστιν, ἐὰν μή τι μετὰ ταῦτα πολυπραγμονοῦντες ἱστορήσωμεν.
だが、アジアとリビアがエチオピアの周辺で互いに接している箇所について、南側の地域が連続した陸地なのか、あるいは海に囲まれているのか、我々の時代にいたるまで誰も正確に言うことができないのと全く同様に、タナイス川とナルボン川の間で北へと延びる地域も、現在にいたるまで我々にとって未知であり、今後我々が精力的に探究して知ることがない限り、そのままである。
§3.38.3τοὺς δὲ λέγοντάς τι περὶ τούτων ἄλλως ἢ γράφοντας ἀγνοεῖν καὶ μύθους διατιθέναι νομιστέον.
したがって、これらについて何か異なることを語ったり書いたりする者は、無知であり、神話を並べ立てているのだと見なさねばならない。
§3.38.4ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν τοῦ μὴ τελέως ἀνυπότακτον εἶναι τοῖς ἀπείροις τῶν τόπων τὴν διήγησιν, ἀλλὰ κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς συνεπιβάλλειν καὶ φέρειν ἐπί τι τῇ διανοίᾳ τὸ λεγόμενον, τεκμαιρομένους ἐκ τοῦ περιέχοντος.
さて、以上のことは、地理に不案内な人々にとってこの叙述が完全に手がかりのないものとならないようにするため、また、少なくとも大まかな区分に従って、周囲の状況から推測しつつ、語られている事柄へ各々が意識を向け、知性においてある程度把握できるようにするために、私が語ったものとしておこう。
§3.38.5καθάπερ γὰρ ἐπὶ τῆς ὁράσεως εἰθίσμεθα συνεπιστρέφειν ἀεὶ τὰ πρόσωπα πρὸς τὸ κατὰ τὴν ἔνδειξιν ὑποδεικνύμενον, οὕτως καὶ τῇ διανοίᾳ χρὴ συνδιανεύειν καὶ συρρέπειν ἐπὶ τοὺς τόπους ἀεὶ τοὺς
なぜなら、視覚において、我々は示された方向へと常に顔を向ける習慣があるように、知性においても、常に……な場所へと、常に意識を向け、引き寄せられる必要があるからである。