§3.40.1Ἀννίβας μὲν οὖν ἐνεχείρει ταῖς διεκβολαῖς τῶν Πυρηναίων ὀρῶν, κατάφοβος ὢν τοὺς Κελτοὺς διὰ τὰς ὀχυρότητας τῶν τόπων.
さてハンニバルは、その土地の険しさのゆえにケルト人を恐れて、ピレネー山脈の突破口(峠路)に取りかかっていた。
§3.40.2Ῥωμαῖοι δὲ κατὰ τοὺς αὐτοὺς καιροὺς διακούσαντες μὲν τῶν ἐξαποσταλέντων εἰς Καρχηδόνα πρεσβευτῶν τὰ δεδογμένα καὶ τοὺς ῥηθέντας λόγους, προσπεσόντος δὲ θᾶττον ἢ προσεδόκων Ἀννίβαν διαβεβηκέναι τὸν Ἴβηρα ποταμὸν μετὰ τῆς δυνάμεως, προεχειρίσαντο πέμπειν μετὰ στρατοπέδων Πόπλιον μὲν Κορνήλιον εἰς Ἰβηρίαν, Τεβέριον δὲ Σεμπρώνιον εἰς Λιβύην.
一方ローマ人は、これと同じ時期に、カルタゴに派遣された使節たちから決定事項と語られた言葉を詳細に聞き、またハンニバルが軍勢を率いてエブロ川を渡ったという知らせが彼らの予想よりも早くもたらされたので、軍隊を伴って、プブリウス・コルネリウスをイベリアへ、ティベリウス・センプロニウスをリビアへ派遣することを決定した。
§3.40.3ἐν ὅσῳ δʼ οὗτοι περὶ τὰς καταγραφὰς ἐγίνοντο τῶν στρατοπέδων καὶ τὴν ἄλλην παρασκευήν, ἔσπευσαν ἐπὶ τέλος ἀγαγεῖν τὰ κατὰ τὰς ἀποικίας, οἳ δὴ πρότερον ἦσαν εἰς Γαλατίαν ἀποστέλλειν προκεχειρισμένοι.
これら(二人の執政官)が軍隊の徴募とその他の準備に従事している間に、ローマ人たちは以前ガリアへ派遣することが決定されていた植民市に関する諸事を完了させることを急いだ。
§3.40.4τὰς μὲν οὖν πόλεις ἐνεργῶς ἐτείχιζον, τοὺς δʼ οἰκήτορας ἐν ἡμέραις τριάκοντα παρήγγειλαν ἐπιτόπους γίνεσθαι, τὸν ἀριθμὸν ὄντας εἰς ἑκατέραν τὴν πόλιν εἰς ἑξακισχιλίους·
そこで彼らは活発に都市の城壁を築き、入植者たちに対しては三十日以内にその場所に赴くよう命令した。 その数は各都市それぞれ六千人に達していた。
§3.40.5ὧν τὴν μὲν μίαν ἔκτιζον ἐπὶ τάδε τοῦ Πάδου ποταμοῦ, προσαγορεύσαντες Πλακεντίαν, τὴν δʼ ἄλλην ἐπὶ θάτερα, κατονομάσαντες Κρεμώνην.
これらの都市のうち、一方はポー川の手前に創建してプラケンティアと名付け、他方は対岸に創建してクレモナと命名した。
§3.40.6ἤδη δὲ τούτων συνῳκισμένων, οἱ Βοῖοι καλούμενοι Γαλάται, πάλαι μὲν οἷον λοχῶντες τὴν πρὸς Ῥωμαίους φιλίαν, οὐκ ἔχοντες δὲ τότε καιρόν,
これらの都市に既に入居が行われた時、ボイイと呼ばれるガリア人たちは、かねてよりローマ人との友好関係を狙って(反逆の機会を窺って)いたものの当時は好機を得ていなかったが、(ハンニバルからの)使節の往来からカルタゴ人の到来を信じて気勢を上げ、ローマ人から離反した。
§3.40.7μετεωριζόμενοι καὶ πιστεύοντες ἐκ τῶν διαπεμπομένων τῇ παρουσίᾳ τῶν Καρχηδονίων ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἐγκαταλιπόντες τοὺς ὁμήρους, οὓς ἔδοσαν ἐκβαίνοντες ἐκ τοῦ πολέμου τοῦ προγεγονότος, ὑπὲρ οὗ τὴν ἐξήγησιν ἡμεῖς ἐν τῇ προτέρᾳ βύβλῳ ταύτης ἐποιησάμεθα.
彼らは、以前の戦争から離脱する際に差し出した人質たち(これについての記述は我々がこの本より前の巻で行ったものであるが)の安全を省みずに、その人質たちを見捨てたのである。
§3.40.8παρακαλέσαντες δὲ τοὺς Ἴνσομβρας καὶ συμφρονήσαντες κατὰ τὴν προγεγενημένην ὀργὴν κατέσυραν τὴν κατακεκληρουχημένην χώραν ὑπὸ Ῥωμαίων καὶ τοὺς φεύγοντας συνδιώξαντες εἰς Μοτίνην, ἀποικίαν ὑπάρχουσαν Ῥωμαίων, ἐπολιόρκουν.
そして彼らはインスブレス人を呼びかけ、かつての怒りに基づいて一致団結し、ローマ人によって分配された土地を荒らし回り、逃亡する者たちをローマの植民市であるムティナまで追いつめて包囲した。
§3.40.9ἐν οἷς καὶ τρεῖς ἄνδρας τῶν ἐπιφανῶν συνέκλεισαν τοὺς ἐπὶ τὴν διαίρεσιν τῆς χώρας ἀπεσταλμένους·
これら(包囲された者たち)の中には、土地の分配のために派遣されていた三人の著名な人物も閉じ込められていた。
ὧν εἷς μὲν ἦν Γάιος Λυτάτιος ὁ τὴν ὕπατον ἀρχὴν εἰληφώς, οἱ δὲ δύο τὴν ἑξαπέλεκυν.
彼らのうちの一人は執政官を務めたことのあるガイウス・ルタティウスであり、他の二人は法務官であった。
§3.40.10οἰομένων δὲ δεῖν τούτων εἰς λόγους σφίσι συνελθεῖν, ὑπήκουσαν οἱ Βοῖοι.
これら(の使節たち)が、彼らと交渉を持つべきだと考えたので、ボイイ人は同意した。
τῶν δʼ ἀνδρῶν ἐξελθόντων, παρασπονδήσαντες συνέλαβον αὐτούς, ἐλπίσαντες διὰ τούτων κομιεῖσθαι τοὺς αὑτῶν ὁμήρους.
しかし、彼らが(城外へ)出てくると、協定を破って彼らを捕らえた。 彼らを通じて自分たちの人質を取り戻すことができると期待してのことであった。
§3.40.11Λεύκιος δὲ Μάλιος ἑξαπέλεκυς ὑπάρχων καὶ προκαθήμενος ἐπὶ τῶν τόπων μετὰ δυνάμεως, ἀκούσας τὸ γεγονός, ἐβοήθει κατὰ σπουδήν.
一方、法務官であり、軍勢を率いてその地域を守備していたルキウス・マンリウスは、この出来事を聞くと、急ぎ救援に向かった。
§3.40.12οἱ δὲ Βοῖοι συνέντες αὐτοῦ τὴν παρουσίαν, ἔν τισι δρυμοῖς ἑτοιμάσαντες ἐνέδρας ἅμα τῷ παρελθεῖν εἰς τοὺς ὑλώδεις τόπους πανταχόθεν ἅμα προσπεσόντες πολλοὺς ἀπέκτειναν τῶν Ῥωμαίων.
しかしボイイ人は、彼の到来を察知すると、いくつかの森に伏兵を配置し、ローマ軍がその森の茂る場所に足を踏み入れるや否や、四方から一斉に襲いかかり、多くのローマ人を殺害した。
§3.40.13οἱ δὲ λοιποὶ τὰς μὲν ἀρχὰς ὥρμησαν πρὸς φυγήν· ἐπεὶ δὲ τῶν ψιλῶν ἥψαντο χωρίων, ἐπὶ ποσὸν συνέστησαν οὕτως ὥστε μόλις εὐσχήμονα ποιήσασθαι τὴν ἀποχώρησιν.
生き残った者たちは、最初は逃走に走ったが、開けた場所に達すると、ある程度隊列を立て直し、どうにか体裁を保って撤退することができた。
οἱ δὲ Βοῖοι κατακολουθήσαντες συνέκλεισαν καὶ τούτους εἰς τὴν Τάννητος καλουμένην κώμην.
しかしボイイ人は追撃を続け、彼らをもタンネスと呼ばれる村に閉じ込めた。
§3.40.14τοῖς δʼ ἐν τῇ Ῥώμῃ προσπεσόντος ὅτι τὸ τέταρτον στρατόπεδον περιειλημμένον ὑπὸ τῶν Βοίων πολιορκεῖται κατὰ κράτος, τὰ μὲν τῷ Ποπλίῳ προκεχειρισμένα στρατόπεδα κατὰ σπουδὴν ἐξαπέστελλον ἐπὶ τὴν τούτων βοήθειαν, ἡγεμόνα συστήσαντες ἑξαπέλεκυν, ἄλλα δὲ συνάγειν καὶ καταγράφειν ἐκ τῶν συμμάχων αὐτῷ παρήγγειλαν.
ローマにいる人々に、第四軍団がボイイ人に囲まれて激しく包囲されているという知らせが届くと、彼らは、プブリウスのために準備されていた軍隊を、法務官を指揮官として任命した上で、急ぎこれらの救出へと派遣し、彼(プブリウス)に対しては、同盟市から別の軍勢を集めて徴募するように命令した。