§3.39.1διὰ τοῦ λόγου συνεπιδεικνυμένους.
……通过叙述指引的区域。
ἀφέμενοι δὲ τούτων τρεψόμεθα πρὸς τὸ συνεχὲς τῆς προκειμένης ἡμῖν διηγήσεως.
但放下这些,我们将转向摆在我们面前的叙述的连续部分。
§3.39.2Καρχηδόνιοι γὰρ ἐν τούτοις τοῖς καιροῖς τῆς μὲν Λιβύης ἐκυρίευον πάντων τῶν ἐπὶ τὴν ἔσω θάλατταν νευόντων μερῶν ἀπὸ τῶν Φιλαίνου βωμῶν, οἳ κεῖνται κατὰ τὴν μεγάλην Σύρτιν, ἕως ἐφʼ Ἡρακλέους στήλας.
因为在这个时期,迦太基人统治着从位于大瑟提斯湾的菲莱努斯祭坛,直到赫拉克勒斯之柱的所有面向内海的利比亚地区。
§3.39.3τοῦτο δὲ τὸ μῆκός ἐστι τῆς παραλίας ὑπὲρ τοὺς ἑξακισχιλίους καὶ μυρίους σταδίους.
这段海岸的长度超过一万六千斯塔德。
§3.39.4διαβάντες δὲ τὸν καθʼ Ἡρακλείους στήλας πόρον ὁμοίως ἐκεκρατήκεισαν καὶ τῆς Ἰβηρίας ἁπάσης ἕως τῆς ῥαχίας, ὃ πέρας ἐστὶ πρὸς τῇ καθʼ ἡμᾶς θαλάττῃ τῶν Πυρηναίων ὀρῶν, ἃ διορίζει τοὺς Ἴβηρας καὶ Κελτούς.
他们越过赫拉克勒斯之柱的海峡,同样统治了整个伊比利亚,直到作为比利牛斯山脉在我们的海边之尽头的礁石海岸,这些山脉将伊比利亚人和凯尔特人分离开来。
§3.39.5ἀπέχει δὲ τοῦ καθʼ Ἡρακλείους στήλας στόματος οὗτος ὁ τόπος περὶ ὀκτακισχιλίους σταδίους.
这个地方距离赫拉克勒斯之柱的口大约八千斯塔德。
§3.39.6ἐπὶ μὲν γὰρ Καινὴν πόλιν ἀπὸ στηλῶν εἶναι συμβαίνει τρισχιλίους, ὅθεν ἐποιεῖτο τὴν ὁρμὴν Ἀννίβας τὴν εἰς Ἰταλίαν· [τὴν δὲ Καινὴν πόλιν ἔνιοι Νέαν Καρχηδόνα καλοῦσιν]· ἀπὸ δὲ ταύτης εἰσὶν ἐπὶ μὲν τὸν Ἴβηρα ποταμὸν ἑξακόσιοι στάδιοι πρὸς δισχιλίοις, §3.39.7ἀπὸ δὲ τούτου πάλιν εἰς Ἐμπόριον χίλιοι σὺν ἑξακοσίοις, ἀπὸ δʼ Ἐμπορίου πόλεως εἰς περὶ ἑξακοσίους, §3.39.8καὶ μὴν ἐντεῦθεν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν περὶ χιλίους ἑξακοσίους· [ταῦτα γὰρ νῦν βεβημάτισται καὶ σεσημείωται κατὰ σταδίους ὀκτὼ διὰ Ῥωμαίων ἐπιμελῶς· §3.39.9] ἀπὸ δὲ τῆς διαβάσεως τοῦ Ῥοδανοῦ πορευομένοις παρʼ αὐτὸν τὸν ποταμὸν ὡς ἐπὶ τὰς πηγὰς ἕως πρὸς τὴν ἀναβολὴν τῶν Ἄλπεων τὴν εἰς Ἰταλίαν χίλιοι τετρακόσιοι.
因为从柱到新城(汉尼拔由此发动对意大利的进攻)恰好是三千斯塔德;[有些人将新城称为新迦太基];而从该城到埃布罗河则有二千六百斯塔德,从该河再到恩波里翁是一千六百,从恩波里翁城(到比利牛斯边界)大约六百,此外,从那里到罗讷河的渡口大约一千六百;[因为这些路程现在已被罗马人仔细地测量,并按每八个斯塔德做了标记; ] 至于从罗讷河渡口沿着河流本身向其源头行进、直至通往意大利的阿尔卑斯山登山口,则是一千四百。
§3.39.10λοιπαὶ δʼ αἱ τῶν Ἄλπεων ὑπερβολαί, περὶ χιλίους διακοσίους· ἃς ὑπερβαλὼν ἔμελλεν ἥξειν εἰς τὰ περὶ τὸν Πάδον πεδία τῆς Ἰταλίας.
剩下的翻越阿尔卑斯山路程大约一千二百;越过这一关,他便可到达波河附近的意大利平原。
§3.39.11ὥστʼ εἶναι τοὺς πάντας ἐκ Καινῆς πόλεως σταδίους περὶ ἐννακισχιλίους, οὓς ἔδει διελθεῖν αὐτόν.
因此,从新城出发,他必须走过的总路程大约是九千斯塔德。
§3.39.12τούτων δὴ τῶν τόπων κατὰ μὲν τὸ μῆκος ἤδη σχεδὸν τοὺς ἡμίσεις διεληλύθει, κατὰ δὲ τὴν δυσχέρειαν τὸ πλέον αὐτῷ μέρος ἀπελείπετο τῆς πορείας.
在这些区域中,就距离而言,他已经走过了近乎一半,但就艰难程度而言,旅程的更大一部分仍留给他去克服。