§3.37.1ἀοράτων τόπων.
目に見えない地域について。
τούτων δὲ περὶ τῆς ὅλης γῆς ὑποκειμένων, ἀκόλουθον ἂν εἴη τὸ καὶ περὶ τῆς καθʼ ἡμᾶς οἰκουμένης ἀνὰ τὸν αὐτὸν λόγον διελομένους εἰς ἐπίστασιν ἀγαγεῖν τοὺς ἀκούοντας.
これらが地球全体について前提とされているとき、我々の居住世界についても同様の方法で分割を行い、聞き手を理解へと導くことが、それに続く(適切な)ことであろう。
§3.37.2ταύτης διῃρημένης εἰς τρία μέρη καὶ τρεῖς ὀνομασίας, τὸ μὲν ἓν μέρος αὐτῆς Ἀσίαν, τὸ δʼ ἕτερον Λιβύην, τὸ δὲ τρίτον Εὐρώπην προσαγορεύουσι.
この世界は3つの部分と3つの名称に分割されており、その一方はアジア、他方はリビア、第三のものはヨーロッパと呼ばれている。
§3.37.3τὰς δὲ διαφορὰς ταύτας ὁρίζουσιν ὅ τε Τάναϊς ποταμὸς καὶ Νεῖλος καὶ τὸ καθʼ Ἡρακλέους στήλας στόμα.
これらの境界を、タナイス川、ナイル川、そしてヘラクレスの柱のところの海峡が画定している。
§3.37.4Νείλου μὲν οὖν καὶ Τανάιδος μεταξὺ τὴν Ἀσίαν κεῖσθαι συμβέβηκε, πίπτειν δὲ τοῦ περιέχοντος ὑπὸ τὸ μεταξὺ διάστημα θερινῶν ἀνατολῶν καὶ μεσημβρίας.
したがって、アジアはナイル川とタナイス川の間に位置しており、これを取り囲むものの、夏至の日の出と南の間の区間の下に収まっている。
§3.37.5ἡ δὲ Λιβύη κεῖται μὲν μεταξὺ Νείλου καὶ στηλῶν Ἡρακλείων, τοῦ δὲ περιέχοντος πέπτωκεν ὑπό τε τὴν μεσημβρίαν καὶ κατὰ τὸ συνεχὲς ὑπὸ τὰς χειμερινὰς δύσεις ἕως τῆς ἰσημερινῆς καταφορᾶς, ἣ πίπτει καθʼ Ἡρακλείους στήλας.
一方、リビアはナイル川とヘラクレスの柱の間に位置し、取り囲むもののうち、南の下、およびそれに連続して冬至の日の入りの下から、ヘラクレスの柱の位置にある分点の日の入り(真西)までに収まっている。
§3.37.6αὗται μὲν οὖν αἱ χῶραι καθολικώτερον θεωρούμεναι τὸν πρὸς τὴν μεσημβρίαν τόπον ἐπέχουσι τῆς καθʼ ἡμᾶς θαλάττης ἀπὸ τῶν ἀνατολῶν ὡς πρὸς τὰς δύσεις.
したがって、これらの地域は、より大局的に見れば、我々の海の南側の領域を、東から西にかけて占めている。
§3.37.7ἡ δʼ Εὐρώπη ταύταις ἀμφοτέραις ὡς πρὸς τὰς ἄρκτους ἀντιπαράκειται, κατὰ τὸ συνεχὲς ἀπὸ τῶν ἀνατολῶν παρήκουσα μὲν ἄχρι πρὸς τὰς δύσεις,
一方、ヨーロッパはこれら双方に対して北側に向き合う形で並置されており、東から西にかけて連続して延びている。
§3.37.8κεῖται δʼ αὐτῆς τὸ μὲν ὁλοσχερέστερον καὶ βαθύτερον μέρος ὑπʼ αὐτὰς τὰς ἄρκτους μεταξὺ τοῦ τε Τανάιδος ποταμοῦ καὶ τοῦ Νάρβωνος, ὃς οὐ πολὺν ἀπέχει τόπον ὡς πρὸς δύσεις ἀπὸ Μασσαλίας καὶ τῶν τοῦ Ῥοδανοῦ στομάτων, διʼ ὧν εἰς τὸ Σαρδόνιον πέλαγος ἐξίησιν ὁ προειρημένος ποταμός.
そして、そのより主要で内陸の部分は、まさに北極の下、タナイス川とナルボン川の間に位置している。 このナルボン川は、マッサリアおよび、前述の川がサルディニア海へと流れ込むところのローヌ川の河口から、西へ向かってそれほど遠くない場所に位置している。
§3.37.9ἀπὸ δὲ τοῦ Νάρβωνος καὶ τὰ περὶ τοῦτον Κελτοὶ νέμονται μέχρι τῶν προσαγορευομένων Πυρηναίων ὀρῶν, ἃ διατείνει κατὰ τὸ συνεχὲς ἀπὸ τῆς καθʼ ἡμᾶς θαλάττης ἕως εἰς τὴν ἐκτός.
ナルボン川およびその周辺から、ケルト人が、いわゆるピレネー山脈にいたるまで居住している。 この山脈は、我々の海から外海へと連続して延びている。
§3.37.10τὸ δὲ λοιπὸν μέρος τῆς Εὐρώπης ἀπὸ τῶν προειρημένων ὀρῶν τὸ συνάπτον πρός τε τὰς δύσεις καὶ πρὸς Ἡρακλείους στήλας περιέχεται μὲν ὑπό τε τῆς καθʼ ἡμᾶς καὶ τῆς ἔξω θαλάττης, καλεῖται δὲ τὸ μὲν παρὰ τὴν καθʼ ἡμᾶς παρῆκον ἕως Ἡρακλείων στηλῶν Ἰβηρία, §3.37.11τὸ δὲ παρὰ τὴν ἔξω καὶ μεγάλην προσαγορευομένην κοινὴν μὲν ὀνομασίαν οὐκ ἔχει διὰ τὸ προσφάτως κατωπτεῦσθαι, κατοικεῖται δὲ πᾶν ὑπὸ βαρβάρων ἐθνῶν καὶ πολυανθρώπων, ὑπὲρ ὧν ἡμεῖς μετὰ ταῦτα τὸν
そして、前述の山脈から西およびヘラクレスの柱へと接するヨーロッパの残りの部分は、我々の海と外海によって囲まれており、我々の海に沿ってヘラクレスの柱まで延びている部分はイベリアと呼ばれ、外海、すなわち「大洋」と呼ばれる海に沿った部分は、最近になって探索されたばかりであるため、共通の名称を持たないが、その全域に人口の多い野蛮な諸民族が居住しており、彼らについては我々が後に……