§3.36.1ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων παντάπασιν ἀσαφῆ γίνεσθαι συμβαίνῃ τὴν διήγησιν, ῥητέον ἂν εἴη πόθεν ὁρμήσας Ἀννίβας καὶ τίνας καὶ πόσους διελθὼν τόπους εἰς ποῖα μέρη κατῆρε τῆς Ἰταλίας.
地理が知られていないために記述が完全に不鮮明になってしまうことがないように、ハンニバルがどこから出発し、どのような、またどれほど多くの地域を通過して、イタリアのいかなる地方へと到着したのかを述べるべきであろう。
§3.36.2ῥητέον δʼ οὐκ αὐτὰς τὰς ὀνομασίας τῶν τόπων καὶ ποταμῶν καὶ πόλεων, ὅπερ ἔνιοι ποιοῦσι τῶν συγγραφέων, ὑπολαμβάνοντες ἐν παντὶ πρὸς γνῶσιν καὶ σαφήνειαν αὐτοτελὲς εἶναι τοῦτο τὸ μέρος.
しかし、一部の歴史家たちが、いかなる場合でも知識と明瞭さにとってこの部分がそれ自体で十分であると考え、そうしているように、地域や川や都市の名前それ自体を単に述べるべきではない。
§3.36.3οἶμαι δʼ, ἐπὶ μὲν τῶν γνωριζομένων τόπων οὐ μικρὰ μεγάλα δὲ συμβάλλεσθαι πεποίηκε πρὸς ἀνάμνησιν ἡ τῶν ὀνομάτων παράθεσις· ἐπὶ δὲ τῶν ἀγνοουμένων εἰς τέλος ὁμοίαν ἔχει τὴν δύναμιν ἡ τῶν ὀνομάτων ἐξήγησις ταῖς ἀδιανοήτοις καὶ κρουσματικαῖς λέξεσι.
私はこう考える。 既知の地域については、名前を提示することが想起のために少なくない、いや大いに貢献するが、未知の地域については、名前を説明することは完全に、意味をなさない無意味な囃し言葉と同等の効果しか持たない、と。
§3.36.4τῆς γὰρ διανοίας ἐπʼ οὐδὲν ἀπερειδομένης οὐδὲ δυναμένης ἐφαρμόττειν τὸ λεγόμενον ἐπʼ οὐδὲν γνώριμον, ἀνυπότακτος καὶ κωφὴ γίνεθʼ ἡ διήγησις.
なぜなら、思考が何ものにも依拠できず、語られていることをいかなる既知の事柄にも結びつけることができないとき、その記述は関連づけを欠いた、心に響かないものとなってしまうからである。
§3.36.5διόπερ ὑποδεικτέος ἂν εἴη τρόπος, διʼ οὗ δυνατὸν ἔσται περὶ τῶν ἀγνοουμένων λέγοντας κατὰ ποσὸν εἰς ἀληθινὰς καὶ γνωρίμους ἐννοίας ἄγειν τοὺς ἀκούοντας.
それゆえ、未知の地域について語る際に、聞き手をある程度、真実で馴染みのある概念へと導くことが可能となる方法を示すべきであろう。
πρώτη μὲν οὖν καὶ μεγίστη γνῶσις, §3.36.6ἔτι δὲ κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἡ τοῦ περιέχοντος ἡμᾶς διαίρεσις καὶ τάξις, καθʼ ἣν πάντες, ὧν καὶ μικρὸν ὄφελος, ἀνατολάς, δύσεις, μεσημβρίαν, ἄρκτον γνωρίζομεν·
第一の、そして最も大いなる知識、そしてさらにすべての人間に共通しているものは、我々を取り囲むものの分割と秩序であり、これに従って、少しでも道理をわきまえたすべての人々は、東、西、南、北を識別している。
§3.36.7δευτέρα δέ, καθʼ ἣν ἑκάστῃ διαφορᾷ τῶν προειρημένων τοὺς ἐπὶ τῆς γῆς τόπους ὑποτάττοντες καὶ φέροντες ἀεὶ τῇ διανοίᾳ τὸ λεγόμενον ἐπί τι τῶν προειρημένων εἰς γνωρίμους καὶ συνήθεις ἐπινοίας ἐμπίπτομεν ὑπὲρ τῶν ἀγνώστων καὶ
第二のものは、地球上の様々な地域を前述の四方位のそれぞれに関連づけ、語られていることを常に思考の中で前述のいずれかの方角へと差し向けることによって、未知の地域について既知の馴染み深い概念を得る、というものである。 そして…