§3.35.1ἐπιτελέσας δὲ τὰ προειρημένα κατὰ τὴν παραχειμασίαν καὶ παρασκευάσας ἱκανὴν ἀσφάλειαν τοῖς τε κατὰ τὴν Λιβύην καὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι, παραγενομένης τῆς ταχθείσης ἡμέρας, προῆγε, πεζῶν μὲν ἔχων εἰς ἐννέα μυριάδας, ἱππεῖς δὲ περὶ μυρίους καὶ δισχιλίους.
そして、冬営の間に前述の諸準備を成し遂げ、リビュアにおける諸事とイベリアにおける諸事の十分な安全を確保すると、指定の期日が到来したとき、彼は進軍した。 歩兵を約9万人、騎兵を約1万2千人率いていた。
§3.35.2καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν κατεστρέφετο τό τε τῶν Ἰλουργητῶν ἔθνος καὶ Βαργουσίων ἔτι δὲ τοὺς Αἰρηνοσίους καὶ τοὺς Ἀνδοσίνους μέχρι τῆς προσαγορευομένης Πυρήνης.
そしてエブロ川を渡ると、イルルゲテス族とバルグシウス族、さらにはアイレノシオス族とアンドシノス族の諸部族を、ピレネーと呼ばれる山脈に至るまで服属させた。
§3.35.3ποιησάμενος δὲ πάντας ὑφʼ ἑαυτὸν καί τινας πόλεις κατὰ κράτος ἑλών, ταχέως μὲν καὶ παρʼ ἐλπίδα, μετὰ πολλῶν δὲ καὶ μεγάλων ἀγώνων ἔτι δὲ πολλῆς καταφθορᾶς ἀνδρῶν,
彼は彼らすべてを自らの配下に置き、いくつかの都市を力ずくで攻略したが、それは迅速かつ予想に反して迅速であったものの、多くの激しい戦闘と、さらには多くの兵士の喪失を伴うものであった。
§3.35.4ἡγεμόνα μὲν ἐπὶ πάσης κατέλιπε τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας Ἄννωνα, τῶν δὲ Βαργουσίων καὶ δεσπότην·
エブロ川のこっち側の全地域の指揮官としてハンノを残し、特にバルグシウス族に対しては彼をその支配者とした。
μάλιστα γὰρ τούτοις ἠπίστει διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιαν.
というのも、ローマ人に対する彼らの好意のゆえに、彼はこの部族を最も信用していなかったからである。
§3.35.5ἀπεμέρισε δὲ καὶ τῆς δυνάμεως ἧς εἶχε τῷ μὲν Ἄννωνι πεζοὺς μυρίους ἱππεῖς δὲ χιλίους καὶ τὰς ἀποσκευὰς ἀπέλιπε τούτῳ τῶν αὐτῷ συνεξορμώντων.
さらに彼は自分が有していた軍勢から、ハンノのために歩兵1万人、騎兵1千人を割き、自分とともに進軍する者たちの荷物を彼に委ねて残した。
§3.35.6εἰς δὲ τὴν οἰκείαν ἀπέλυσε τοὺς ἴσους τοῖς προειρημένοις, βουλόμενος αὐτούς τε τούτους εὔνους ἀπολιπεῖν, τοῖς τε λοιποῖς ὑποδεικνύων ἐλπίδα τῆς εἰς οἶκον ἐπανόδου καὶ τοῖς μεθʼ ἑαυτοῦ μὲν στρατευομένοις, οὐχ ἧττον δὲ καὶ τοῖς ἐν οἴκῳ μένουσι τῶν Ἰβήρων, ἵνα προθύμως ἐξορμῶσι πάντες, ἄν ποτέ τις ἐπικουρίας χρεία γένηται παρʼ αὐτῶν.
そして、これらと同数の者を故郷へと帰らせた。 これは、彼ら自身を好意的な状態にして残したかったからであり、また残りの者たちに対しても帰郷への希望を示したかったからである。 すなわち、自分とともに従軍している者たちだけでなく、それと同様に故郷に留まっているイベリア人たちに対しても希望を示したかったのである。 それは、将来彼らに援助の必要が生じたときに、全員が自発的に出動するようにするためであった。
§3.35.7τὴν δὲ λοιπὴν στρατιὰν ἀναλαβὼν εὔζωνον πεζοὺς μὲν πεντακισμυρίους ἱππεῖς δὲ πρὸς ἐννακισχιλίους ἦγεν διὰ τῶν Πυρηναίων λεγομένων ὀρῶν ἐπὶ τὴν τοῦ Ῥοδανοῦ καλουμένου ποταμοῦ διάβασιν,
そして彼は、残りの軍勢のうち軽装の歩兵5万人、騎兵約9千人を引き連れて、ピレネーと呼ばれる山脈を越え、ローヌと呼ばれる川の渡河地点へと進んだ。
§3.35.8ἔχων οὐχ οὕτως πολλὴν δύναμιν ὡς χρησίμην καὶ γεγυμνασμένην διαφερόντως ἐκ τῆς συνεχείας τῶν κατὰ τὴν Ἰβηρίαν ἀγώνων.
彼が率いていた軍勢は、数こそそれほど多くはなかったものの、イベリアにおける絶え間ない戦闘によって格段に鍛え上げられた有用なものであった。