Humanitext Reader

波利比奥斯 · 历史 §3.36.1-3.36.7

四方位与地理空间的认知方法

第 195 段,共 1311 段 · 希腊语

内容简介

作者指出,在描述汉尼拔的进军路线时,单单罗列不为人知的地名会让读者无法理解,并提出了一种基于四个基本方位的空间理解方法,以帮助进行地理认知。

§3.36.1ἵνα δὲ μὴ τῶν τόπων ἀγνοουμένων παντάπασιν ἀσαφῆ γίνεσθαι συμβαίνῃ τὴν διήγησιν, ῥητέον ἂν εἴη πόθεν ὁρμήσας Ἀννίβας καὶ τίνας καὶ πόσους διελθὼν τόπους εἰς ποῖα μέρη κατῆρε τῆς Ἰταλίας.
为了不使叙事因地理位置不为人知而变得完全模糊不清,应当说明汉尼拔从何处出发,穿过了哪些以及多少地方,最终抵达了意大利的什么部位。
§3.36.2ῥητέον δʼ οὐκ αὐτὰς τὰς ὀνομασίας τῶν τόπων καὶ ποταμῶν καὶ πόλεων, ὅπερ ἔνιοι ποιοῦσι τῶν συγγραφέων, ὑπολαμβάνοντες ἐν παντὶ πρὸς γνῶσιν καὶ σαφήνειαν αὐτοτελὲς εἶναι τοῦτο τὸ μέρος.
但我们不应当仅仅陈述这些地方、河流和城市的名称本身,正如一些历史学家的做法,他们以为在任何情况下这一部分对于认知和清晰性而言本身就是充分的。
§3.36.3οἶμαι δʼ, ἐπὶ μὲν τῶν γνωριζομένων τόπων οὐ μικρὰ μεγάλα δὲ συμβάλλεσθαι πεποίηκε πρὸς ἀνάμνησιν ἡ τῶν ὀνομάτων παράθεσις· ἐπὶ δὲ τῶν ἀγνοουμένων εἰς τέλος ὁμοίαν ἔχει τὴν δύναμιν ἡ τῶν ὀνομάτων ἐξήγησις ταῖς ἀδιανοήτοις καὶ κρουσματικαῖς λέξεσι.
因为我认为,在已知地方的情况下,列举名称对于唤起记忆不是产生微小而是产生巨大的作用;但在未知地方的情况下,对名称的阐述所起的作用,完全类似于那些无法理解且无意义的杂音。
§3.36.4τῆς γὰρ διανοίας ἐπʼ οὐδὲν ἀπερειδομένης οὐδὲ δυναμένης ἐφαρμόττειν τὸ λεγόμενον ἐπʼ οὐδὲν γνώριμον, ἀνυπότακτος καὶ κωφὴ γίνεθʼ ἡ διήγησις.
因为当思想无处依傍,也无法将所说的话与任何已知的事物联系起来时,叙事就会变得无从关联且沉闷无声。
§3.36.5διόπερ ὑποδεικτέος ἂν εἴη τρόπος, διʼ οὗ δυνατὸν ἔσται περὶ τῶν ἀγνοουμένων λέγοντας κατὰ ποσὸν εἰς ἀληθινὰς καὶ γνωρίμους ἐννοίας ἄγειν τοὺς ἀκούοντας.
因此,应当指出一种方法,通过这种方法,在谈论未知事物时,有可能在一定程度上将听众引导至真实且熟悉的认知。
πρώτη μὲν οὖν καὶ μεγίστη γνῶσις, §3.36.6ἔτι δὲ κοινὴ πᾶσιν ἀνθρώποις ἐστὶν ἡ τοῦ περιέχοντος ἡμᾶς διαίρεσις καὶ τάξις, καθʼ ἣν πάντες, ὧν καὶ μικρὸν ὄφελος, ἀνατολάς, δύσεις, μεσημβρίαν, ἄρκτον γνωρίζομεν· §3.36.7δευτέρα δέ, καθʼ ἣν ἑκάστῃ διαφορᾷ τῶν προειρημένων τοὺς ἐπὶ τῆς γῆς τόπους ὑποτάττοντες καὶ φέροντες ἀεὶ τῇ διανοίᾳ τὸ λεγόμενον ἐπί τι τῶν προειρημένων εἰς γνωρίμους καὶ συνήθεις ἐπινοίας ἐμπίπτομεν ὑπὲρ τῶν ἀγνώστων καὶ
首先,第一种也是最大的认知,而且对所有人来说都是共有的是环绕着我们的空间的划分和秩序,依此,所有哪怕只有一点用处的人,都认识东方、西方、南方和北方;第二种则是,通过将地球上的各个地方归属于前述的每一个区分,并在思考中总是将所说的内容引向上述某个方向,从而对未知的地方获得已知且熟悉的观念;以及……

词汇与语法注释

  1. §3.36.1ῥητέον ἂν εἴη — 动名词 `ῥητέον`(源自 `λέγω`)与 `εἴη` 及其表示可能性的虚拟语气 `ἄν` 连用,作无人称使用,意为“应该说明/叙述”。它引导了后面由 `πόθεν ὁρμήσας...` 开始的间接疑问从句。
  2. §3.36.3ταῖς ἀδιανοήτοις καὶ κρουσματικαῖς λέξεσι — 宾语由形容词 `ὁμοίαν`(意为“与……相似”)支配的与格。`κρουσματικός` 与乐器的弹奏(krousma)有关,在此指没有实际意义、仅作为声音响起的杂音或无意义词汇。
  3. §3.36.4τῆς γὰρ διανοίας ἐπʼ οὐδὲν ἀπερειδομένης — 表示原因的属格独立结构(genitive absolute)。`τῆς διανοίας` 为逻辑主语,`ἀπερειδομένης`(以及 `δυναμένης`)为其分词。
  4. §3.36.6ὧν καὶ μικρὸν ὄφελος — 关系代名词 `ὧν` 以人(`πάντες`)为先行词。这是使用不变化名词 `ὄφελος`(意为“益处、用处”)的惯用表达,字面意思是“所有哪怕只有一点点用处的人”,即“任何稍微有点常识或智力的人”。

引用这一段

波利比奥斯, 历史 §3.36.1-3.36.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.36.1-3.36.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。