§3.33.1οἱ δὲ παρὰ τῶν Ῥωμαίων πρέσβεις — τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα — διακούσαντες τὰ παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπαν, §3.33.2ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν· ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν.
ローマからの使節たちは――我々はこの箇所から脱線を行ったのであるが――カルタゴ側の主張を最後まで聞いた後、他には何も言わず、彼らのうちの最年長者が、会議の場にいる人々に(トガの)ひだを示し、この中に彼らのために戦争と平和の双方を携えていると言い、それゆえ彼らが命じる方のどちらかを、取り出して残していくであろうと告げた。
§3.33.3ὁ δὲ βασιλεὺς τῶν Καρχηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτʼ ἐκβαλεῖν ἐκέλευσε.
するとカルタゴの王は、彼らにとって好ましいと思われる方のどちらでも、それを取り出すようにと命じた。
§3.33.4τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πόλεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, δέχεσθαι φάσκοντες.
そのローマ人が「戦争を取り出す」と言うと、会議の多くの人々が同時に、それを受け入れると言って叫んだ。
οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν.
こうして使節たちと会議は、これらのやり取りの後に別れた。
§3.33.5Ἀννίβας δὲ παραχειμάζων ἐν Καινῇ πόλει πρῶτον μὲν διαφῆκε τοὺς Ἴβηρας ἐπὶ τὰς ἑαυτῶν πόλεις, βουλόμενος ἑτοίμους καὶ προθύμους παρασκευάζειν πρὸς τὸ μέλλον.
一方、ハニバルは新カルタゴで冬を越しながら、第一に、将来に向けて彼らを準備万端かつ熱意ある状態にさせたいと望み、イベリア人兵たちを自分たちの都市へと帰した。
§3.33.6δεύτερον δʼ Ἀσδρούβᾳ τἀδελφῷ διέταξε πῶς δεήσει τῇ τε τῶν Ἰβήρων ἀρχῇ καὶ δυναστείᾳ χρῆσθαι ταῖς τε πρὸς Ῥωμαίους παρασκευαῖς, ἐὰν αὐτὸς χωρίζηταί που.
第二に、もし自分がどこかへ旅立つならば、イベリア人の支配と主権をどのように運営し、ローマに対する備えをどのようになすべきか、弟のハスドルバルに指示した。
§3.33.7τρίτον ὑπὲρ τῆς ἀσφαλείας τῶν ἐν Λιβύῃ προυνοεῖτο πραγμάτων.
第三に、リビュアにおける諸事の安全のためにあらかじめ配慮した。
§3.33.8πάνυ δʼ ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος ἐκ μὲν Λιβύης εἰς Ἰβηρίαν, ἐκ δʼ Ἰβηρίας εἰς Λιβύην διεβίβαζε στρατιώτας, ἐκδεσμεύων τὴν ἑκατέρων πίστιν εἰς ἀλλήλους διὰ τῆς τοιαύτης οἰκονομίας.
彼はきわめて経験豊かに、かつ賢明に考慮し、リビュアからイベリアへ、またイベリアからリビュアへと兵士たちを移送した。 このような配置によって、双方の互いに対する忠誠を固く結びつけようとしたのである。
§3.33.9ἦσαν δʼ οἱ διαβάντες εἰς τὴν Λιβύην Θερσῖται, Μαστιανοί, §3.33.10πρὸς δὲ τούτοις Ὀρῆτες Ἴβηρες, Ὀλκάδες, οἱ δὲ σύμπαντες ἀπὸ τούτων τῶν ἐθνῶν ἱππεῖς μὲν χίλιοι διακόσιοι, πεζοὶ δὲ μύριοι τρισχίλιοι ὀκτακόσιοι πεντήκοντα, πρὸς δὲ τούτοις Βαλιαρεῖς ὀκτακόσιοι ἑβδομήκοντα,
リビュアへと渡った者たちは、テルシータイ人、マスティアノイ人、さらにこれらに加えてイベリア人のオレーテース人、オルカデス人であり、これらの諸部族からなる総数は、騎兵が千二百、歩兵が一万三千八百五十、さらにこれらに加えてバレアレス人が八百七十であった。
§3.33.11οὓς κυρίως μὲν καλοῦσι σφενδονήτας, ἀπὸ δὲ τῆς χρείας ταύτης συνωνύμως καὶ τὸ ἔθνος αὐτῶν προσαγορεύουσι καὶ τὴν νῆσον.
彼らは本来は「投石兵」と呼ばれるが、この職能に由来して、彼らの部族もその島も同じ名で呼ばれている。
§3.33.12τῶν δὲ προειρημένων τοὺς μὲν πλείους εἰς τὰ Μεταγώνια τῆς Λιβύης, τινὰς δʼ εἰς αὐτὴν Καρχηδόνα κατέταξεν.
前述の兵たちのうち、大半をリビュアのメタゴニア地方に、一部をカルタゴ市そのものへと配備した。
§3.33.13ἀπὸ δὲ τῶν πόλεων τῶν Μεταγωνιτῶν καλουμένων ἀπέστειλεν ἄλλους εἰς Καρχηδόνα πεζοὺς τετρακισχιλίους, ὁμηρείας ἔχοντας καὶ βοηθείας ἅμα τάξιν.
また、メタゴニタイ人と呼ばれる人々の諸都市から、さらに別の歩兵四千人を、人質としての役割と同時に援軍としての職能を兼ねさせて、カルタゴへと派遣した。
§3.33.14ἐπὶ δὲ τῆς Ἰβηρίας ἀπέλιπεν Ἀσδρούβᾳ τἀδελφῷ πεντήρεις μὲν πεντήκοντα, τετρήρεις δὲ δύο καὶ τριήρεις πέντε·
イベリアには、弟ハスドルバルのもとに五段櫂船五十隻、四段櫂船二隻、三段櫂船五隻を残した。
τούτων ἐχούσας πληρώματα πεντήρεις μὲν τριάκοντα δύο, τριήρεις δὲ πέντε.
これらのうち、完全な乗組員を備えていたのは五段櫂船三十二隻と三段櫂船五隻であった。
§3.33.15καὶ μὴν ἱππεῖς Λιβυφοινίκων μὲν καὶ Λιβύων τετρακοσίους πεντήκοντα, Λεργητῶν δὲ τριακοσίους, Νομάδων δὲ Μασυλίων καὶ Μασαισυλίων καὶ Μακκοίων καὶ Μαυρουσίων τῶν παρὰ τὸν Ὠκεανὸν χιλίους ὀκτακοσίους, §3.33.16πεζοὺς δὲ Λιβύων μυρίους χιλίους ὀκτακοσίους πεντήκοντα, Λιγυστίνους τριακοσίους, Βαλιαρεῖς πεντακοσίους, ἐλέφαντας εἴκοσι καὶ ἕνα.
さらに、リビュオ・ポエニ人とリビュア人の騎兵四百五十、レルゲーテース人の騎兵三百、そしてヌミディア人のマシュリオイ人、マサイシュリオイ人、マッコイオイ人、大洋沿岸のマウルシオイ人からなる騎兵千八百、歩兵としてはリビュア人一万一千八百五十、リグリア人三百、バレアレス人五百、そして象二十一頭を残した。
§3.33.17οὐ χρὴ δὲ θαυμάζειν τὴν ἀκρίβειαν τῆς ἀναγραφῆς, εἰ τοιαύτῃ κεχρήμεθα περὶ τῶν ὑπʼ Ἀννίβου κατʼ Ἰβηρίαν πεπραγμένων οἵᾳ μόλις ἂν χρήσαιτό τις αὐτὸς κεχειρικὼς τὰς κατὰ μέρος πράξεις, οὐδὲ προκαταγινώσκειν, εἰ πεποιήκαμεν παραπλήσιον τοῖς ἀξιοπίστως ψευδομένοις τῶν συγγραφέων.
ハニバルがイベリアにおいて行ったことについて、個々の実務を自ら処理した者であってもかろうじて用い得たであろうほどの正確な記録を我々が用いているとしても、その正確さに驚くべきではないし、もっともらしく偽りを述べる歴史家たちに似たことを我々が行っているのだとあらかじめ断定して非難すべきでもない。
§3.33.18ἡμεῖς γὰρ εὑρόντες ἐπὶ Λακινίῳ τὴν γραφὴν ταύτην ἐν χαλκώματι κατατεταγμένην ὑπʼ Ἀννίβου, καθʼ οὓς καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις ἀνεστρέφετο, πάντως ἐνομίσαμεν αὐτὴν περί γε τῶν τοιούτων ἀξιόπιστον εἶναι·
なぜなら、ハニバルがイタリアの地で活動していた時期に彼自身によってラキニウム岬の青銅板に刻まれたこの記録を我々が発見したからであり、少なくともこのような事柄に関しては、それが全面的に信頼に値すると我々はみなした。
διὸ καὶ κατακολουθεῖν εἱλόμεθα τῇ γραφῇ ταύτῃ.
それゆえ、我々はこの記録に依拠することを選択したのである。