§3.33.1οἱ δὲ παρὰ τῶν Ῥωμαίων πρέσβεις — τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα — διακούσαντες τὰ παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπαν, §3.33.2ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν· ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν.
The Roman ambassadors—for it was at this point that we made our digression—having heard all that the Carthaginians had to say, said nothing else, but the eldest of them, pointing to his fold to those in the senate, said that he brought them there both war and peace; and that, letting fall whichever of the two they should bid him, he would leave it behind.
§3.33.3ὁ δὲ βασιλεὺς τῶν Καρχηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτʼ ἐκβαλεῖν ἐκέλευσε.
And the king of the Carthaginians bade him let fall whichever of the two seemed good to them.
§3.33.4τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πόλεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, δέχεσθαι φάσκοντες.
When the Roman said he let fall war, many of those in the senate cried out at the same time, saying that they accepted it.
οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν.
Thus the ambassadors and the senate parted on these terms.
§3.33.5Ἀννίβας δὲ παραχειμάζων ἐν Καινῇ πόλει πρῶτον μὲν διαφῆκε τοὺς Ἴβηρας ἐπὶ τὰς ἑαυτῶν πόλεις, βουλόμενος ἑτοίμους καὶ προθύμους παρασκευάζειν πρὸς τὸ μέλλον.
Hannibal, wintering in New Carthage, first of all dismissed the Iberians to their own cities, wishing to make them ready and eager for the future.
§3.33.6δεύτερον δʼ Ἀσδρούβᾳ τἀδελφῷ διέταξε πῶς δεήσει τῇ τε τῶν Ἰβήρων ἀρχῇ καὶ δυναστείᾳ χρῆσθαι ταῖς τε πρὸς Ῥωμαίους παρασκευαῖς, ἐὰν αὐτὸς χωρίζηταί που.
Secondly, he gave instructions to his brother Hasdrubal how he should manage the government and dominion over the Iberians, as well as the preparations against the Romans, if he himself should depart thither.
§3.33.7τρίτον ὑπὲρ τῆς ἀσφαλείας τῶν ἐν Λιβύῃ προυνοεῖτο πραγμάτων.
Thirdly, he took precautions for the security of affairs in Libya.
§3.33.8πάνυ δʼ ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος ἐκ μὲν Λιβύης εἰς Ἰβηρίαν, ἐκ δʼ Ἰβηρίας εἰς Λιβύην διεβίβαζε στρατιώτας, ἐκδεσμεύων τὴν ἑκατέρων πίστιν εἰς ἀλλήλους διὰ τῆς τοιαύτης οἰκονομίας.
Calculating with great experience and wisdom, he transported soldiers from Libya to Iberia, and from Iberia to Libya, binding fast the mutual loyalty of both parties to one another by such an arrangement.
§3.33.9ἦσαν δʼ οἱ διαβάντες εἰς τὴν Λιβύην Θερσῖται, Μαστιανοί, §3.33.10πρὸς δὲ τούτοις Ὀρῆτες Ἴβηρες, Ὀλκάδες, οἱ δὲ σύμπαντες ἀπὸ τούτων τῶν ἐθνῶν ἱππεῖς μὲν χίλιοι διακόσιοι, πεζοὶ δὲ μύριοι τρισχίλιοι ὀκτακόσιοι πεντήκοντα, πρὸς δὲ τούτοις Βαλιαρεῖς ὀκτακόσιοι ἑβδομήκοντα, §3.33.11οὓς κυρίως μὲν καλοῦσι σφενδονήτας, ἀπὸ δὲ τῆς χρείας ταύτης συνωνύμως καὶ τὸ ἔθνος αὐτῶν προσαγορεύουσι καὶ τὴν νῆσον.
Those who crossed over into Libya were the Thersitae, the Mastiani, and in addition to these the Oretan Iberians, and the Olcades; and the total number from these nations was twelve hundred cavalry, and thirteen thousand eight hundred and fifty infantry, and in addition to these, eight hundred and seventy Balearians, whom they properly call slingers, and from this employment they call both their nation and their island by the same name.
§3.33.12τῶν δὲ προειρημένων τοὺς μὲν πλείους εἰς τὰ Μεταγώνια τῆς Λιβύης, τινὰς δʼ εἰς αὐτὴν Καρχηδόνα κατέταξεν.
Of the aforementioned, he stationed the majority in the Metagonia of Libya, and some in Carthage itself.
§3.33.13ἀπὸ δὲ τῶν πόλεων τῶν Μεταγωνιτῶν καλουμένων ἀπέστειλεν ἄλλους εἰς Καρχηδόνα πεζοὺς τετρακισχιλίους, ὁμηρείας ἔχοντας καὶ βοηθείας ἅμα τάξιν.
And from the cities of those called Metagonitae, he sent another four thousand infantry to Carthage, to serve both as hostages and as a garrison.
§3.33.14ἐπὶ δὲ τῆς Ἰβηρίας ἀπέλιπεν Ἀσδρούβᾳ τἀδελφῷ πεντήρεις μὲν πεντήκοντα, τετρήρεις δὲ δύο καὶ τριήρεις πέντε· τούτων ἐχούσας πληρώματα πεντήρεις μὲν τριάκοντα δύο, τριήρεις δὲ πέντε.
And in Iberia he left for his brother Hasdrubal fifty quinqueremes, two quadriremes, and five triremes; of these, thirty-two quinqueremes and five triremes were fully manned.
§3.33.15καὶ μὴν ἱππεῖς Λιβυφοινίκων μὲν καὶ Λιβύων τετρακοσίους πεντήκοντα, Λεργητῶν δὲ τριακοσίους, Νομάδων δὲ Μασυλίων καὶ Μασαισυλίων καὶ Μακκοίων καὶ Μαυρουσίων τῶν παρὰ τὸν Ὠκεανὸν χιλίους ὀκτακοσίους, §3.33.16πεζοὺς δὲ Λιβύων μυρίους χιλίους ὀκτακοσίους πεντήκοντα, Λιγυστίνους τριακοσίους, Βαλιαρεῖς πεντακοσίους, ἐλέφαντας εἴκοσι καὶ ἕνα.
Furthermore, he left of cavalry four hundred and fifty Libyphoenicians and Libyans, three hundred Lergetae, and eighteen hundred Nomadic Masylians, Masaesylians, Maccoei, and Maurusians who dwell by the Ocean; and of infantry, eleven thousand eight hundred and fifty Libyans, three hundred Ligurians, five hundred Balearians, and twenty-one elephants.
§3.33.17οὐ χρὴ δὲ θαυμάζειν τὴν ἀκρίβειαν τῆς ἀναγραφῆς, εἰ τοιαύτῃ κεχρήμεθα περὶ τῶν ὑπʼ Ἀννίβου κατʼ Ἰβηρίαν πεπραγμένων οἵᾳ μόλις ἂν χρήσαιτό τις αὐτὸς κεχειρικὼς τὰς κατὰ μέρος πράξεις, οὐδὲ προκαταγινώσκειν, εἰ πεποιήκαμεν παραπλήσιον τοῖς ἀξιοπίστως ψευδομένοις τῶν συγγραφέων.
Nor should one wonder at the accuracy of this record, if we have used such detail concerning the actions of Hannibal in Iberia as one who had himself managed the particular affairs could scarcely have used, nor prejudge us as if we have done something similar to those writers who tell credible lies.
§3.33.18ἡμεῖς γὰρ εὑρόντες ἐπὶ Λακινίῳ τὴν γραφὴν ταύτην ἐν χαλκώματι κατατεταγμένην ὑπʼ Ἀννίβου, καθʼ οὓς καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις ἀνεστρέφετο, πάντως ἐνομίσαμεν αὐτὴν περί γε τῶν τοιούτων ἀξιόπιστον εἶναι· διὸ καὶ κατακολουθεῖν εἱλόμεθα τῇ γραφῇ ταύτῃ.
For having ourselves found this record at Lacinium, engraved on a bronze tablet by Hannibal himself during the time he was active in the parts of Italy, we considered it to be entirely worthy of credit, at least regarding such matters; wherefore we chose to follow this document.