§3.32.1ἧι καὶ τοὺς ὑπολαμβάνοντας δύσκτητον εἶναι καὶ δυσανάγνωστον τὴν ἡμετέραν πραγματείαν διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν βύβλων ἀγνοεῖν νομιστέον.
それゆえ、我々の著作がその巻数の多さと分量の大きさゆえに、手に入れにくく読みこなしがたいと想定する人々は、無知であると見なさねばならない。
§3.32.2πόσῳ γὰρ ῥᾷόν ἐστι καὶ κτήσασθαι καὶ διαναγνῶναι βύβλους τετταράκοντα καθαπερανεὶ κατὰ μίτον ἐξυφασμένας καὶ παρακολουθῆσαι σαφῶς ταῖς μὲν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεσιν ἀπὸ τῶν κατὰ Πύρρον [καὶ Τίμαιον συγγραφέων καὶ καιρῶν ἐξηγήσεως] εἰς τὴν Καρχηδόνος ἅλωσιν, §3.32.3ταῖς δὲ κατὰ τὴν ἄλλην οἰκουμένην ἀπὸ τῆς Κλεομένους τοῦ Σπαρτιάτου φυγῆς κατὰ τὸ συνεχὲς μέχρι τῆς Ἀχαιῶν καὶ Ῥωμαίων περὶ τὸν Ἰσθμὸν παρατάξεως, ἢ τὰς τῶν κατὰ μέρος γραφόντων συντάξεις ἀναγινώσκειν ἢ κτᾶσθαι;
というのも、あたかも一本の糸に沿って織り上げられたかのような四十巻の書物を手に入れ、かつ読み通し、イタリア、シケリア、リビュアにおける出来事を、ピュロスの時代[およびティマイオスに続く歴史家たちの記述とその時代の解説]からカルタゴの陥落に至るまで、明瞭に跡づけること、またそれ以外の全世界における出来事を、スパルタ人クレオメネスの逃亡から、イストモスにおけるアカイア人とローマ人の戦闘に至るまで、連続的に跡づけることは、個別的な歴史を著す者たちの叙述を読んだり手に入れたりすることに比べて、どれほど容易なことであろうか。
§3.32.4χωρὶς γὰρ τοῦ πολλαπλασίους αὐτὰς ὑπάρχειν τῶν ἡμετέρων ὑπομνημάτων, οὐδὲ καταλαβεῖν ἐξ αὐτῶν βεβαίως οὐδὲν οἷόν τε τοὺς ἀναγινώσκοντας, πρῶτον μὲν διὰ τὸ τοὺς πλείστους μὴ ταὐτὰ περὶ τῶν αὐτῶν γράφειν, §3.32.5εἶτα διὰ τὸ τὰς καταλλήλους τῶν πράξεων παραλείπειν, ὧν ἐκ παραθέσεως συνθεωρουμένων καὶ συγκρινομένων ἀλλοιοτέρας ἕκαστα τυγχάνει δοκιμασίας τῆς κατὰ μέρος διαλήψεως, τῶν δὲ κυριωτάτων μηδὲ ψαύειν αὐτοὺς δύνασθαι τὸ παράπαν.
なぜなら、それら個別的な著作が我々の覚書に比べて何倍も多数存在するということは別としても、読者たちがそれらから何事かを確実に把握することは不可能だからである。 第一に、大半の歴史家たちが同じ事柄について同じように書いていないからであり、第二に、出来事の相応する関係を彼らが省略しているからである。 それら[省略された事柄]は、並置してともに考察され比較されることによって、個別の判断とは全く異なる吟味を受けることになるのであるが、彼らは最も重要な事柄にさえ、全く触れることすらできないのである。
§3.32.6ἀκμὴν γάρ φαμεν ἀναγκαιότατα μέρη τῆς ἱστορίας εἶναι τά τʼ ἐπιγινόμενα τοῖς ἔργοις καὶ τὰ παρεπόμενα καὶ μάλιστα τὰ περὶ τὰς αἰτίας.
というのも、我々は、出来事の後に生じることや、それに随伴すること、そして何よりもその原因に関する事柄こそが、歴史の最も不可欠な部分であると今なお主張するからである。
§3.32.7θεωροῦμεν δὲ τὸν μὲν Ἀντιοχικὸν πόλεμον ἐκ τοῦ Φιλιππικοῦ τὰς ἀφορμὰς εἰληφότα, τὸν δὲ Φιλιππικὸν ἐκ τοῦ κατʼ Ἀννίβαν, τὸν δʼ Ἀννιβιακὸν ἐκ τοῦ περὶ Σικελίαν, τὰ δὲ μεταξὺ τούτων πολλὰς καὶ ποικίλας ἐσχηκότα διαθέσεις, πάσας δὲ συννευούσας πρὸς τὴν αὐτὴν ὑπόθεσιν.
実際、我々は、アンティオコスとの戦争がフィリッポスとの戦争から端緒を得ており、フィリッポスとの戦争はハニバルとの戦争から、ハニバルとの戦争はシケリアをめぐる戦争から生じており、それらの間の出来事は多種多様な様相を呈しながらも、そのすべてが同一の計画へと収束していることを見ている。
§3.32.8ταῦτα δὴ πάντα διὰ μὲν τῶν γραφόντων καθόλου δυνατὸν ἐπιγνῶναι καὶ μαθεῖν, διὰ δὲ τῶν τοὺς πολέμους αὐτούς, οἷον τὸν Περσικὸν ἢ τὸν Φιλιππικόν, ἀδύνατον,
これらすべては、通史を執筆する者たちを通じてこそ認識し学習することが可能なのであって、例えばペルシア戦争やフィリッポスとの戦争といった、個々の戦争そのものを書く者たちを通じては不可能である。
§3.32.9εἰ μὴ καὶ τὰς παρατάξεις τις ἀναγινώσκων αὐτὰς ἐξ ὧν ἐκεῖνοι γράφουσιν ὑπολαμβάνει σαφῶς ἐπεγνωκέναι καὶ τὴν τοῦ πολέμου τοῦ σύμπαντος οἰκονομίαν καὶ διάθεσιν.
彼らの記述から、戦闘そのものを読むだけで、戦争全体の構成や展開をも明瞭に把握したと想定する者がいるならば話は別であるが。
§3.32.10ἀλλʼ οὐκ ἔστι τούτων οὐδέν, ἀλλʼ ὅσῳ διαφέρει τὸ μαθεῖν τοῦ μόνον ἀκοῦσαι, τοσούτῳ καὶ τὴν ἡμετέραν ἱστορίαν ὑπολαμβάνω διαφέρειν τῶν ἐπὶ μέρους συντάξεων.
しかし、そのようなことは全くあり得ず、ただ単に話を聞くことと、実際に学ぶこととが異なるように、我々の歴史は個別の記述とはそれほどまでに異なっていると、私は想定している。