§3.34.1Ἀννίβας δὲ πάντα προνοηθεὶς περὶ τῆς ἀσφαλείας τῶν τε κατὰ Λιβύην πραγμάτων καὶ τῶν ἐν Ἰβηρίᾳ λοιπὸν ἐκαραδόκει καὶ προσεδέχετο τοὺς παρὰ τῶν Κελτῶν πρὸς αὐτὸν ἀποστελλομένους·
ハニバルはリビュアにおける諸事とイベリアにおける諸事の安全についてすべてをあらかじめ配慮したのち、今やケルト人たちの側から自分のところへ派遣されてくる使節たちを固唾をのんで待ち望んでいた。
§3.34.2σαφῶς γὰρ ἐξητάκει καὶ τὴν ἀρετὴν τῆς ὑπὸ τὰς Ἄλπεις καὶ περὶ τὸν Πάδον ποταμὸν χώρας καὶ τὸ πλῆθος τῶν κατοικούντων αὐτήν, ἔτι δὲ τὴν πρὸς τοὺς πολέμους τῶν ἀνδρῶν τόλμαν, §3.34.3καὶ τὸ μέγιστον, τὴν ὑπάρχουσαν δυσμένειαν αὐτοῖς ἐκ τοῦ προγεγονότος πολέμου πρὸς Ῥωμαίους, ὑπὲρ οὗ διήλθομεν ἡμεῖς ἐν τῇ πρὸ ταύτης βύβλῳ χάριν τοῦ συμπεριφέρεσθαι τοὺς ἐντυγχάνοντας τοῖς νῦν μέλλουσι λέγεσθαι.
というのも、彼はアルプスの麓およびポー川周辺の地域の肥沃さ、そこに居住する人々の多さ、さらには彼らの戦争に対する大胆さを明確に調査し終えていたからであり、そして最も重要なこととして、以前のローマ人に対する戦争から彼らのうちに生じていた敵意をも調べていたからである。 この戦争については、読者がこれから語られようとしている事柄についていくことができるように、我々はこれに先立つ巻において詳細に述べた。
§3.34.4διόπερ εἴχετο ταύτης τῆς ἐλπίδος καὶ πᾶν ὑπισχνεῖτο, διαπεμπόμενος ἐπιμελῶς πρὸς τοὺς δυνάστας τῶν Κελτῶν καὶ τοὺς ἐπὶ τάδε καὶ τοὺς ἐν αὐταῖς ταῖς Ἄλπεσιν ἐνοικοῦντας,
それゆえに彼はこの希望を固く抱き、ケルト人の支配者たち、すなわちアルプスのこちら側に住む者たちにも、アルプスそのものの山中に住む者たちにも、入念に使者を送っては、あらゆることを約束した。
§3.34.5μόνως ἂν ὑπολαμβάνων ἐν Ἰταλίᾳ συστήσασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον, εἰ δυνηθείη διαπεράσας τὰς πρὸ τοῦ δυσχωρίας εἰς τοὺς προειρημένους ἀφικέσθαι τόπους καὶ συνεργοῖς καὶ συμμάχοις χρήσασθαι Κελτοῖς εἰς τὴν προκειμένην ἐπιβολήν.
彼がローマに対する戦争をイタリアの地で引き起こすことができるのは唯一、もし自分がその手前にある難所を切り抜けて前述の地域に到着し、この目前の企てのためにケルト人たちを協力者および同盟者として用いることができた場合のみであろう、と考えていたからである。
§3.34.6ἀφικομένων δὲ τῶν ἀγγέλων καὶ τήν τε τῶν Κελτῶν βούλησιν καὶ προσδοκίαν ἀπαγγειλάντων τήν τε τῶν Ἀλπεινῶν ὀρῶν ὑπερβολὴν ἐπίπονον μὲν καὶ δυσχερῆ λίαν, οὐ μὴν ἀδύνατον εἶναι φασκόντων, συνῆγε τὰς δυνάμεις ἐκ τῆς παραχειμασίας ὑπὸ τὴν ἐαρινὴν ὥραν.
使者たちが到着し、ケルト人たちの意志と期待を報告するとともに、アルプス山脈を越えることは極めて骨が折れ困難ではあるが、決して不可能ではないと告げると、彼は冬営地から春の季節にかけて自らの諸軍を集結させた。
§3.34.7προσπεπτωκότων δὲ προσφάτως αὐτῷ καὶ τῶν ἐκ τῆς Καρχηδόνος, ἐπαρθεὶς τῷ θυμῷ καὶ πιστεύων τῇ τῶν πολιτῶν εὐνοίᾳ παρεκάλει τὰς δυνάμεις φανερῶς ἤδη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, §3.34.8ἐμφανίζων μὲν ὃν τρόπον ἔκδοτον αὐτὸν ἐγχειρήσαιεν αἰτεῖσθαι Ῥωμαῖοι καὶ πάντας τοὺς τοῦ στρατοπέδου προεστῶτας, ὑποδεικνύων δὲ τὴν τῆς χώρας ἀρετήν, εἰς ἣν ἀφίξονται, καὶ τὴν τῶν Κελτῶν εὔνοιαν καὶ συμμαχίαν.
さらにカルタゴからの使者も最近彼のもとに到着したため、意気は高揚し、市民たちの好意を信頼しながら、彼は今や公然とローマに対する戦争へと諸軍を鼓舞し、一方ではローマ人たちがどのような方法で彼自身と軍のすべての指導者たちの引き渡しを要求しようと試みたかを示し、他方では彼らが到達することになる地の肥沃さと、ケルト人たちの好意および同盟を指し示した。
§3.34.9εὐθύμως δὲ τῶν ὄχλων αὐτῷ συνεξισταμένων, ἐπαινέσας καὶ παραγγείλας τακτὴν ἡμέραν, ἐν ᾗ ποιήσεται τὴν ἔξοδον, τότε μὲν διέλυσε τὴν ἐκκλησίαν.
民衆が熱狂的に彼に同調すると、彼は彼らを称賛し、出発を行う期日を布告した上で、その場は集会を解散した。