Humanitext Reader

波利比奥斯 · 历史 §3.33.1-3.33.18

罗马宣战与汉尼拔互换守军的部署

第 192 段,共 1311 段 · 希腊语

内容简介

在罗马使节向迦太基元老院宣战并散会后,汉尼拔通过互换伊比利亚和利比亚两地的守军来确保忠诚并巩固防御。波利比乌斯指出,关于这些详尽兵力部署的记载,直接源于汉尼拔本人在拉西尼乌姆留下的青铜板铭文。

§3.33.1οἱ δὲ παρὰ τῶν Ῥωμαίων πρέσβεις — τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα — διακούσαντες τὰ παρὰ τῶν Καρχηδονίων ἄλλο μὲν οὐδὲν εἶπαν, §3.33.2ὁ δὲ πρεσβύτατος αὐτῶν δείξας τοῖς ἐν τῷ συνεδρίῳ τὸν κόλπον ἐνταῦθα καὶ τὸν πόλεμον αὐτοῖς ἔφη καὶ τὴν εἰρήνην φέρειν·
罗马使节们——因为我们正是从这里开始插叙的——在听完迦太基人方面的申辩后,没有说别的话,他们中最年长的一位,向会议席上的人们展示了自己的衣褶,说在这里面既为他们带着战争也带着和平;因此,无论他们吩咐哪一样,他一旦抖落出来,就会给他们留下。
ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν. §3.33.3ὁ δὲ βασιλεὺς τῶν Καρχηδονίων, ὁπότερον αὐτοῖς φαίνεται, τοῦτʼ ἐκβαλεῖν ἐκέλευσε.
迦太基的国王则命令他,只要是他们自己中意的,就把那一个抖落出来。
§3.33.4τοῦ δὲ Ῥωμαίου φήσαντος τὸν πόλεμον ἐκβαλεῖν, ἀνεφώνησαν ἅμα καὶ πλείους τῶν ἐκ τοῦ συνεδρίου, δέχεσθαι φάσκοντες.
当那个罗马人说他抖落出战争时,会议里的许多人同时也高声喊道,表示他们接受。
οἱ μὲν οὖν πρέσβεις καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν.
于是,使节们和会议在这些话语之后便各自散去了。
§3.33.5Ἀννίβας δὲ παραχειμάζων ἐν Καινῇ πόλει πρῶτον μὲν διαφῆκε τοὺς Ἴβηρας ἐπὶ τὰς ἑαυτῶν πόλεις, βουλόμενος ἑτοίμους καὶ προθύμους παρασκευάζειν πρὸς τὸ μέλλον.
至于汉尼拔,他在新迦太基度冬,首先派遣伊比利亚人回到他们自己的城市,希望使他们为将来做好准备且充满热忱。
§3.33.6δεύτερον δʼ Ἀσδρούβᾳ τἀδελφῷ διέταξε πῶς δεήσει τῇ τε τῶν Ἰβήρων ἀρχῇ καὶ δυναστείᾳ χρῆσθαι ταῖς τε πρὸς Ῥωμαίους παρασκευαῖς, ἐὰν αὐτὸς χωρίζηταί που.
第二,他向弟弟哈斯德鲁巴交待,如果他自己离开去往别处,应当如何管理伊比利亚人的统治和权力,以及如何准备对付罗马人。
§3.33.7τρίτον ὑπὲρ τῆς ἀσφαλείας τῶν ἐν Λιβύῃ προυνοεῖτο πραγμάτων.
第三,他为利比亚事务的安全做好了预先防范。
§3.33.8πάνυ δʼ ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος ἐκ μὲν Λιβύης εἰς Ἰβηρίαν, ἐκ δʼ Ἰβηρίας εἰς Λιβύην διεβίβαζε στρατιώτας, ἐκδεσμεύων τὴν ἑκατέρων πίστιν εἰς ἀλλήλους διὰ τῆς τοιαύτης οἰκονομίας.
他极其经验丰富且明智地考虑到这一点,将士兵从利比亚调往伊比利亚,又从伊比利亚调往利比亚,通过这种安排,使双方对彼此的忠诚紧紧维系在一起。
§3.33.9ἦσαν δʼ οἱ διαβάντες εἰς τὴν Λιβύην Θερσῖται, Μαστιανοί, §3.33.10πρὸς δὲ τούτοις Ὀρῆτες Ἴβηρες, Ὀλκάδες, οἱ δὲ σύμπαντες ἀπὸ τούτων τῶν ἐθνῶν ἱππεῖς μὲν χίλιοι διακόσιοι, πεζοὶ δὲ μύριοι τρισχίλιοι ὀκτακόσιοι πεντήκοντα, πρὸς δὲ τούτοις Βαλιαρεῖς ὀκτακόσιοι ἑβδομήκοντα, §3.33.11οὓς κυρίως μὲν καλοῦσι σφενδονήτας, ἀπὸ δὲ τῆς χρείας ταύτης συνωνύμως καὶ τὸ ἔθνος αὐτῶν προσαγορεύουσι καὶ τὴν νῆσον.
渡海前往利比亚的人是瑟西泰人、马斯蒂亚尼人,此外还有伊比利亚的奥莱特斯人、奥尔卡德斯人;来自这些民族的总人数为:骑兵一千二百人,步兵一万三千八百五十人,此外还有巴利阿里人八百七十人,他们本来被称为“投石兵”,因为这一用途,人们也将他们的民族和他们的岛屿冠以同样含义的名称。
§3.33.12τῶν δὲ προειρημένων τοὺς μὲν πλείους εἰς τὰ Μεταγώνια τῆς Λιβύης, τινὰς δʼ εἰς αὐτὴν Καρχηδόνα κατέταξεν.
在上述人员中,他将大多数人部署在利比亚的梅塔戈尼亚,而将一部分人部署在迦太基本身。
§3.33.13ἀπὸ δὲ τῶν πόλεων τῶν Μεταγωνιτῶν καλουμένων ἀπέστειλεν ἄλλους εἰς Καρχηδόνα πεζοὺς τετρακισχιλίους, ὁμηρείας ἔχοντας καὶ βοηθείας ἅμα τάξιν.
他又从被称为梅塔戈尼泰人的城市中派遣了另外四千名步兵前往迦太基,同时充当人质和援军的角色。
§3.33.14ἐπὶ δὲ τῆς Ἰβηρίας ἀπέλιπεν Ἀσδρούβᾳ τἀδελφῷ πεντήρεις μὲν πεντήκοντα, τετρήρεις δὲ δύο καὶ τριήρεις πέντε· τούτων ἐχούσας πληρώματα πεντήρεις μὲν τριάκοντα δύο, τριήρεις δὲ πέντε.
在伊比利亚,他留给弟弟哈斯德鲁巴五十艘五级战船、两艘四级战船和五艘三级战船;在这些船只中,配齐船员的有三十二艘五级战船和五艘三级战船。
§3.33.15καὶ μὴν ἱππεῖς Λιβυφοινίκων μὲν καὶ Λιβύων τετρακοσίους πεντήκοντα, Λεργητῶν δὲ τριακοσίους, Νομάδων δὲ Μασυλίων καὶ Μασαισυλίων καὶ Μακκοίων καὶ Μαυρουσίων τῶν παρὰ τὸν Ὠκεανὸν χιλίους ὀκτακοσίους, §3.33.16πεζοὺς δὲ Λιβύων μυρίους χιλίους ὀκτακοσίους πεντήκοντα, Λιγυστίνους τριακοσίους, Βαλιαρεῖς πεντακοσίους, ἐλέφαντας εἴκοσι καὶ ἕνα.
此外还有:利比亚腓尼基人和利比亚人骑兵四百五十人,勒格泰人骑兵三百人,以及生活在大洋附近的努米底亚马塞利人、马塞西利人、麦科伊人和毛鲁西人骑兵一千八百人,步兵则有:利比亚人一万一千八百五十人,利古里亚人三百人,巴利阿里人五百人,以及二十一头战象。
§3.33.17οὐ χρὴ δὲ θαυμάζειν τὴν ἀκρίβειαν τῆς ἀναγραφῆς, εἰ τοιαύτῃ κεχρήμεθα περὶ τῶν ὑπʼ Ἀννίβου κατʼ Ἰβηρίαν πεπραγμένων οἵᾳ μόλις ἂν χρήσαιτό τις αὐτὸς κεχειρικὼς τὰς κατὰ μέρος πράξεις, οὐδὲ προκαταγινώσκειν, εἰ πεποιήκαμεν παραπλήσιον τοῖς ἀξιοπίστως ψευδομένοις τῶν συγγραφέων.
如果我们对汉尼拔在伊比利亚所做之事的记录,竟然详细到了连亲自经手这些具体事务的人都未必能用得上的地步,读者大可不必对这种精确性感到惊异,也不应预先判定我们是在模仿那些说谎说得极为逼真的历史学家。
§3.33.18ἡμεῖς γὰρ εὑρόντες ἐπὶ Λακινίῳ τὴν γραφὴν ταύτην ἐν χαλκώματι κατατεταγμένην ὑπʼ Ἀννίβου, καθʼ οὓς καιροὺς ἐν τοῖς κατὰ τὴν Ἰταλίαν τόποις ἀνεστρέφετο, πάντως ἐνομίσαμεν αὐτὴν περί γε τῶν τοιούτων ἀξιόπιστον εἶναι·
因为我们在拉西尼乌姆发现,这是汉尼拔在意大利各地活动期间,亲自在一块青铜板上留下的记录;我们认为,至少在这些事情上,该记录是完全值得信赖的。
διὸ καὶ κατακολουθεῖν εἱλόμεθα τῇ γραφῇ ταύτῃ.
因此,我们选择遵循这一记载。

词汇与语法注释

  1. 3.33.2ἐκβαλὼν οὖν, ὁπότερον ἂν κελεύσωσιν, ἀπολείψειν — 不定词 ἀπολείψειν 延续了主句动词 ἔφη 引导的间接引语。分词 ἐκβαλὼν 为主格,指代该不定词的动作主体(即最年长的使节)。ὁπότερον ἂν κελεύσωσιν(无论他们吩咐哪一样)是表示条件的关联关系从句。
  2. 3.33.11ἀπὸ δὲ τῆς χρείας ταύτης συνωνύμως καὶ τὸ ἔθνος αὐτῶν προσαγορεύουσι καὶ τὴν νῆσον — 此解释基于将巴利阿里人(Βαλιαρεῖς)的名称与希腊语动词“投掷”(βάλλω)相联系的民间词源学,说明由于他们“使用”(χρεία)投石器的特长,其民族和岛屿都被赋予了具有“同义”(συνωνύμως)暗示的名称。
  3. 3.33.17εἰ τοιαύτῃ κεχρήμεθα... οἵᾳ μόλις ἂν χρήσαιτό τις — 关系代词 οἵᾳ 与先行词 τοιαύτῃ(修饰从前文 ἀκρίβειαν 衍生出的“精确性”)相呼应。带 ἄν 的潜在希求法(ἂν χρήσαιτό)表达了“即使是亲自经手事务的人也几乎无法达到”的虚拟语气语义。

引用这一段

波利比奥斯, 历史 §3.33.1-3.33.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.33.1-3.33.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。