§3.20.1οἱ δὲ Ῥωμαῖοι, προσπεπτωκυίας αὐτοῖς ἤδη τῆς τῶν Ζακανθαίων ἁλώσεως, οὐ μὰ Δία περὶ τοῦ πολέμου τότε διαβούλιον ἦγον, καθάπερ ἔνιοι τῶν συγγραφέων φασί, προσκατατάττοντες ἔτι καὶ τοὺς εἰς ἑκάτερα ῥηθέντας λόγους, πάντων ἀτοπώτατον πρᾶγμα ποιοῦντες.
一方、ローマ人たちは、サグントゥムの人々の陥落の知らせがすでに彼らに届いていたにもかかわらず、ゼウスにかけて誓って、一部の歴史家たちが主張するようにそのとき戦争について審議を行っていたわけではなく、その上、両派に語られた議論まで書き加えているのは、およそ最も奇妙なことと言わざるを得ない。
§3.20.2πῶς γὰρ οἷόν τʼ ἦν Ῥωμαίους τοὺς ἐνιαυτῷ πρότερον ἐπηγγελκότας πόλεμον Καρχηδονίοις, ἐὰν ἐπιβαίνωσι τῆς Ζακανθαίων χώρας, τούτους κατὰ κράτος ἑαλωκυίας αὐτῆς τῆς πόλεως τότε βουλεύεσθαι συνελθόντας πότερα πολεμητέον ἢ τοὐναντίον;
なぜなら、1年前にカルタゴ人に対し、もし彼らがサグントゥムの領土に侵入するならば戦争を宣告すると通告していたローマ人たちが、その都市自体が力ずくで占領されたそのときに、集まって、戦争すべきかあるいはその反対かを審議するということなど、どうして可能だっただろうか。
§3.20.3πῶς δὲ καὶ τίνα τρόπον ἅμα μὲν τὴν στυγνότητα τοῦ συνεδρίου παρεισάγουσι θαυμάσιον, ἅμα δὲ τοὺς υἱοὺς ἀπὸ δώδεκʼ ἐτῶν ἄγειν φασὶ τοὺς πατέρας εἰς τὸ συνέδριον, οὓς μετέχοντας τῶν διαβουλίων οὐδὲ τῶν ἀναγκαίων οὐδενὶ προΐεσθαι τῶν ἀπορρήτων οὐδέν;
また、どのように、いかなる方法で、彼らは一方で会議の不思議なほどの厳粛さを描写しながら、他方で父親たちが12歳以上の息子たちを会議に伴っていったと言えるのか。
§3.20.4ὧν οὔτʼ εἰκὸς οὔτʼ ἀληθές ἐστι τὸ παράπαν οὐδέν, εἰ μὴ νὴ Δία πρὸς τοῖς ἄλλοις ἡ τύχη καὶ τοῦτο προσένειμε Ῥωμαίοις, τὸ φρονεῖν αὐτοὺς εὐθέως ἐκ γενετῆς.
息子たちはその審議に加わりながら、最も身近な人の誰に対しても秘密を何一つ漏らさなかったというが、これらのことは、まったくもって起こりそうもなく、また真実でもない。 神にかけて、運命が他のあらゆることに加えて、生まれた瞬間から賢明であるというこの性質をローマ人に与えたのでない限りは。
§3.20.5πρὸς μὲν οὖν τὰ τοιαῦτα τῶν συγγραμμάτων οἷα γράφει Χαιρέας καὶ Σωσύλος οὐδὲν ἂν δέοι πλέον λέγειν·
それゆえ、カイレアスやソシュロスが書いているような種類の著作については、これ以上語る必要はないだろう。
οὐ γὰρ ἱστορίας, ἀλλὰ κουρεακῆς καὶ πανδήμου λαλιᾶς ἔμοιγε δοκοῦσι τάξιν ἔχειν καὶ δύναμιν.
というのも、私にはそれらは歴史ではなく、床屋の世間話や俗衆の無駄話と同等の地位と力しか持っていないと思われるからである。
§3.20.6Ῥωμαῖοι δέ, προσπεσόντος σφίσι τοῦ γεγονότος κατὰ τοὺς Ζακανθαίους ἀτυχήματος, παραχρῆμα πρεσβευτὰς ἑλόμενοι κατὰ σπουδὴν ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα,
ローマ人たちは、サグントゥムの人々に関して起こった不運な出来事が彼らに伝わると、直ちに急ぎ使節を選出してカルタゴへと派遣した。
§3.20.7δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύνην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δʼ ἕτερον πραγμάτων καὶ κινδύνων ἀρχὴν μεγάλων.
彼らに二つの選択肢を提示するためであった。 その一つは、それを受け入れるカルタゴ人にとって恥辱と同時に損害をもたらすと思われるものであり、もう一方は、大きな困難と危険の始まりとなるものであった。
§3.20.8ἢ γὰρ τὸν στρατηγὸν Ἀννίβαν καὶ τοὺς μετʼ αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπέταττον, ἢ προήγγελλον τὸν πόλεμον.
すなわち、彼らは将軍ハンニバルと彼に同調した評議員たちをローマ人に引き渡すことを要求するか、さもなければ戦争を宣告したのである。
§3.20.9παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρεσιν τῶν προτεινομένων.
ローマ人たちが到着し、会議に入ってこれらを明確に説明すると、カルタゴ人たちは提示された選択の難しさを苦々しく聞いた。
§3.20.10ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν
しかし、彼らの中から最も適した人物を代表に立てて、自らのために弁明を始めた。