§3.21.1δικαιολογεῖσθαι.
弁明することを。
τὰς μὲν οὖν πρὸς Ἀσδρούβαν ὁμολογίας παρεσιώπων, ὡς οὔτε γεγενημένας, εἴ τε γεγόνασιν, οὐδὲν οὔσας πρὸς αὑτοὺς διὰ τὸ χωρὶς τῆς σφετέρας πεπρᾶχθαι γνώμης.
さて、彼らはハスドルバルとの協定については黙殺した。 それらは結ばれてもいないし、たとえ結ばれていたとしても、自分たちの合意なしに行われたことなので、自分たちには何の関係もないとして。
§3.21.2ἐχρῶντο δʼ ἐξ αὐτῶν Ῥωμαίων εἰς τοῦτο παραδείγματι.
そして彼らはこのことのためにローマ人自身からの例を用いた。
τὰς γὰρ ἐπὶ Λυτατίου γενομένας συνθήκας ἐν τῷ πολέμῳ τῷ περὶ Σικελίας, ταύτας ἔφασαν ἤδη συνωμολογημένας ὑπὸ Λυτατίου μετὰ ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων ἀκύρους ποιῆσαι διὰ τὸ χωρὶς τῆς αὑτοῦ γενέσθαι γνώμης.
すなわち、シチリアをめぐる戦争においてルタティウスのもとで結ばれた条約について、ルタティウスによってすでに合意されていたにもかかわらず、その後ローマの民衆が自らの合意なしに行われたという理由で、これを無効にしたと主張したのである。
§3.21.3ἐπίεζον δὲ καὶ προσαπηρείδοντο παρʼ ὅλην τὴν δικαιολογίαν ἐπὶ τὰς τελευταίας συνθήκας τὰς γενομένας ἐν τῷ περὶ Σικελίας πολέμῳ.
そして彼らは弁明全体を通じて、シチリアをめぐる戦争において結ばれた最後の条約を強調し、またそれに依拠した。
§3.21.4ἐν αἷς περὶ μὲν Ἰβηρίας οὐκ ἔφασαν ὑπάρχειν ἔγγραφον οὐδέν, περὶ δὲ τοῦ τοῖς ἑκατέρων συμμάχοις τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν εἶναι ῥητῶς κατατετάχθαι.
その条約の中には、イベリアに関する成文化された記述は何も存在しないが、双方の同盟国に対して両者による安全が保障されることが明記されている、と彼らは主張した。
§3.21.5Ζακανθαίους δὲ παρεδείκνυον οὐκ ὄντας τότε Ῥωμαίων συμμάχους καὶ παρανεγίνωσκον πρὸς τοῦτο πλεονάκις τὰς συνθήκας.
そしてサグントゥムの人々は当時ローマの同盟国ではなかったと指摘し、そのために条約を繰り返し読み上げた。
§3.21.6Ῥωμαῖοι δὲ τοῦ μὲν δικαιολογεῖσθαι καθάπαξ ἀπεγίνωσκον, φάσκοντες ἀκεραίου μὲν ἔτι διαμενούσης τῆς τῶν Ζακανθαίων πόλεως ἐπιδέχεσθαι τὰ πράγματα δικαιολογίαν καὶ δυνατὸν εἶναι λόγῳ περὶ τῶν ἀμφισβητουμένων διεξάγειν·
しかしローマ人たちは弁明することを完全に拒絶し、サグントゥムの都市がまだ無傷で残っていたならば、状況は弁明を受け入れる余地があり、係争点について議論によって解決することも可能であったが、と主張した。
§3.21.7ταύτης δὲ παρεσπονδημένης ἢ τοὺς αἰτίους ἐκδοτέον εἶναι σφίσι, διʼ οὗ φανερὸν ἔσται πᾶσιν ὡς οὐ μετεσχήκασι τῆς ἀδικίας, ἀλλʼ ἄνευ τῆς αὑτῶν γνώμης πεπρᾶχθαι τοῦτο τοὔργον, §3.21.8ἢ μὴ βουλομένους τοῦτο ποιεῖν, ὁμολογοῦντας δὲ κοινωνεῖν τῆς ἀδικίας καὶ συναναδέχεσθαι τὸν πόλεμον.
しかしそれが不法に攻略された今となっては、責任者たちを自分たちに引き渡さねばならず、それによって彼らが不義に関与しておらず、この行為が彼らの同意なしに行われたことがすべての人に明らかになるか、あるいは、それをすることを望まないならば、不義への荷担を認め、ともに戦争を引き受けるべきであるとした。
οἱ μὲν οὖν καθολικώτερόν πως ἐχρήσαντο τοῖς λόγοις.
このようにして、彼らは幾分大局的な議論を交わした。
§3.21.9ἡμῖν δʼ ἀναγκαῖον εἶναι δοκεῖ τὸ μὴ παραλιπεῖν ἄσκεπτον τοῦτο τὸ μέρος, ἵνα μήθʼ οἷς καθήκει καὶ διαφέρει τὸ σαφῶς εἰδέναι τὴν ἐν τούτοις ἀκρίβειαν, παραπαίωσι τῆς ἀληθείας ἐν τοῖς ἀναγκαιοτάτοις διαβουλίοις,
しかし私にとっては、この部分を検討せずに放置しないことが必要であると思われる。
§3.21.10μήθʼ οἱ φιλομαθοῦντες περὶ τούτων ἀστοχῶσι, συμπλανώμενοι ταῖς ἀγνοίαις καὶ φιλοτιμίαις τῶν συγγραφέων, ἀλλʼ ᾖ τις ὁμολογουμένη θεωρία τῶν ἀπὸ τῆς ἀρχῆς ὑπαρξάντων δικαίων Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους ἕως εἰς τοὺς καθʼ ἡμᾶς καιρούς.
それは、これらに関する正確な真実を明確に知ることが義務でありかつ重要である人々が、最も不可欠な審議において真実から外れることのないようにするためであり、また、これらについて知ることを切望する人々が、歴史家たちの無知や虚栄心によって惑わされることなく、むしろローマ人とカルタゴ人の間に最初から存在した権利関係について、我々の時代に至るまでの一貫した考察が得られるようにするためである。