§3.20.1οἱ δὲ Ῥωμαῖοι, προσπεπτωκυίας αὐτοῖς ἤδη τῆς τῶν Ζακανθαίων ἁλώσεως, οὐ μὰ Δία περὶ τοῦ πολέμου τότε διαβούλιον ἦγον, καθάπερ ἔνιοι τῶν συγγραφέων φασί, προσκατατάττοντες ἔτι καὶ τοὺς εἰς ἑκάτερα ῥηθέντας λόγους, πάντων ἀτοπώτατον πρᾶγμα ποιοῦντες.
至于罗马人,在萨贡敦人沦陷的消息已经传到他们那里时,誓死神明,他们当时并没有像某些文学家所说的那样,举行关于战争的讨论,甚至还加进双方发表的演说,这真是最荒谬不过的事了。
§3.20.2πῶς γὰρ οἷόν τʼ ἦν Ῥωμαίους τοὺς ἐνιαυτῷ πρότερον ἐπηγγελκότας πόλεμον Καρχηδονίοις, ἐὰν ἐπιβαίνωσι τῆς Ζακανθαίων χώρας, τούτους κατὰ κράτος ἑαλωκυίας αὐτῆς τῆς πόλεως τότε βουλεύεσθαι συνελθόντας πότερα πολεμητέον ἢ τοὐναντίον;
因为,在一年前就已经向迦太基人宣战——如果他们踏上萨贡敦领土的话——的罗马人,在该城市本身已被强力攻陷的当时,竟然会聚集起来讨论是应该开战还是相反,这怎么可能呢?
§3.20.3πῶς δὲ καὶ τίνα τρόπον ἅμα μὲν τὴν στυγνότητα τοῦ συνεδρίου παρεισάγουσι θαυμάσιον, ἅμα δὲ τοὺς υἱοὺς ἀπὸ δώδεκʼ ἐτῶν ἄγειν φασὶ τοὺς πατέρας εἰς τὸ συνέδριον, οὓς μετέχοντας τῶν διαβουλίων οὐδὲ τῶν ἀναγκαίων οὐδενὶ προΐεσθαι τῶν ἀπορρήτων οὐδέν;
而且,他们怎么能、又以何种方式一方面描绘出元老院令人惊叹的庄严,另一方面又宣称父亲们带着十二岁以上的儿子进入元老院,这些儿子尽管参与了讨论,却连对最亲近的人也未曾泄露任何秘密呢?
§3.20.4ὧν οὔτʼ εἰκὸς οὔτʼ ἀληθές ἐστι τὸ παράπαν οὐδέν, εἰ μὴ νὴ Δία πρὸς τοῖς ἄλλοις ἡ τύχη καὶ τοῦτο προσένειμε Ῥωμαίοις, τὸ φρονεῖν αὐτοὺς εὐθέως ἐκ γενετῆς.
这些话完全不近情理,也绝非事实,除非神明作证,命运在赋予罗马人其他一切优越条件之外,还额外赐予了他们这一条:让他们一出生就拥有智慧。
§3.20.5πρὸς μὲν οὖν τὰ τοιαῦτα τῶν συγγραμμάτων οἷα γράφει Χαιρέας καὶ Σωσύλος οὐδὲν ἂν δέοι πλέον λέγειν· οὐ γὰρ ἱστορίας, ἀλλὰ κουρεακῆς καὶ πανδήμου λαλιᾶς ἔμοιγε δοκοῦσι τάξιν ἔχειν καὶ δύναμιν.
因此,对于海里亚斯和索西洛斯所写的这类著作,本不需多言;因为在我看来,它们不具有历史的性质和分量,反倒像是理发店里的闲扯和市井流言。
§3.20.6Ῥωμαῖοι δέ, προσπεσόντος σφίσι τοῦ γεγονότος κατὰ τοὺς Ζακανθαίους ἀτυχήματος, παραχρῆμα πρεσβευτὰς ἑλόμενοι κατὰ σπουδὴν ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα, §3.20.7δύο προτείνοντες αὐτοῖς, ὧν τὸ μὲν αἰσχύνην ἅμα καὶ βλάβην ἐδόκει φέρειν δεξαμένοις τοῖς Καρχηδονίοις, τὸ δʼ ἕτερον πραγμάτων καὶ κινδύνων ἀρχὴν μεγάλων.
而罗马人,在得知萨贡敦人所遭遇的灾难后,立即急忙选派使节送往迦太基,向他们提出两个选择,其中一个在接受的迦太基人看来似乎既带来耻辱又带来损害,而另一个则是巨大事务与危险的开端。
§3.20.8ἢ γὰρ τὸν στρατηγὸν Ἀννίβαν καὶ τοὺς μετʼ αὐτοῦ συνέδρους ἐκδότους διδόναι Ῥωμαίοις ἐπέταττον, ἢ προήγγελλον τὸν πόλεμον.
因为他们要求要么将将军汉尼拔及其随行参议员交出来给罗马人,要么就宣布开战。
§3.20.9παραγενομένων δὲ τῶν Ῥωμαίων καὶ παρελθόντων εἰς τὸ συνέδριον καὶ διασαφούντων ταῦτα, δυσχερῶς ἤκουον οἱ Καρχηδόνιοι τὴν αἵρεσιν τῶν προτεινομένων.
当罗马人到达并进入会议,阐明了这些条款时,迦太基人怀着沉重的心情听取了所提出的选择。
§3.20.10ὅμως δὲ προστησάμενοι τὸν ἐπιτηδειότατον ἐξ αὑτῶν ἤρξαντο περὶ σφῶν
然而,他们推举了他们当中最合适的人作为代言人,开始为自己辩护