§3.116.1πεπτωκότας ἐποιοῦντο τὴν μάχην·
側面から襲いかかってきた者たちに対して彼らは戦いを行った。
Λεύκιος δὲ καίπερ ὢν ἐξ ἀρχῆς ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετασχὼν ἐπί τι τοῦ τῶν ἱππέων ἀγῶνος ὅμως ἔτι τότε διεσῴζετο.
ルキウスは、当初は右翼に位置しており、騎兵の戦闘にいくらか参加していたものの、それでもなおその時点では生き残っていた。
§3.116.2βουλόμενος δὲ τοῖς κατὰ τὴν παράκλησιν λόγοις ἀκολούθως ἐπʼ αὐτῶν γίνεσθαι τῶν ἔργων καὶ θεωρῶν τὸ συνέχον τῆς κατὰ τὸν ἀγῶνα κρίσεως ἐν τοῖς πεζικοῖς στρατοπέδοις κείμενον, §3.116.3παριππεύων ἐπὶ τὰ μέσα τῆς ὅλης παρατάξεως ἅμα μὲν αὐτὸς συνεπλέκετο καὶ προσέφερε τὰς χεῖρας τοῖς ὑπεναντίοις, ἅμα δὲ παρεκάλει καὶ παρώξυνε τοὺς παρʼ αὑτοῦ στρατιώτας.
彼は、自らの激励の言葉にふさわしく実際の行動において身を置くことを望み、またこの戦闘の決着を左右する決定的な要素が歩兵部隊にかかっていることを見届け、全軍の陣形の中央へと馬を走らせて、一方では自らも白兵戦に加わり敵に手を下しつつ、他方では自軍の兵士たちを激励し、奮い立たせた。
§3.116.4τὸ δὲ παραπλήσιον Ἀννίβας ἐποίει·
ハンニバルも同様のことを行っていた。
καὶ γὰρ οὗτος ἐξ ἀρχῆς ἐπὶ τούτοις τοῖς μέρεσιν ἐπέστη τῆς δυνάμεως.
なぜなら、彼も当初から軍のこの部分に身を置いていたからである。
§3.116.5οἱ δὲ Νομάδες ἀπὸ τοῦ δεξιοῦ κέρατος προσπίπτοντες τοῖς ὑπεναντίοις ἱππεῦσι τοῖς ἐπὶ τῶν εὐωνύμων τεταγμένοις μέγα μὲν οὔτʼ ἐποίουν οὐδὲν οὔτʼ ἔπασχον διὰ τὴν ἰδιότητα τῆς μάχης, ἀπράκτους γε μὴν τοὺς πολεμίους παρεσκεύαζον, περισπῶντες καὶ πανταχόθεν προσπίπτοντες.
右翼から敵の左翼に配置された騎兵に襲いかかったヌミディア兵たちは、彼ら独自の戦闘スタイルのために、大きな打撃を与えることも受けることもなかったが、それでも、敵を牽制し、あらゆる方向から襲いかかることによって、彼らを活動不能に陥らせていた。
§3.116.6ἐπεὶ δʼ οἱ περὶ τὸν Ἀσδρούβαν ἀποκτείναντες τοὺς περὶ τὸν ποταμὸν ἱππεῖς πλὴν παντελῶς ὀλίγων παρεβοήθησαν ἀπὸ τῶν εὐωνύμων τοῖς Νομάσιν, τότε προϊδόμενοι τὴν ἔφοδον αὐτῶν οἱ σύμμαχοι τῶν Ῥωμαίων ἱππεῖς ἐκκλίναντες ἀπεχώρουν.
しかし、ハスドルバルらの一隊が、川沿いの騎兵をごく少数を除いて皆殺しにした後、左翼からヌミディア兵の救援に駆けつけると、その時、彼らの襲撃を予見したローマ軍の同盟国騎兵たちは、向きを変えて退却した。
§3.116.7ἐν ᾧ καιρῷ πραγματικὸν δοκεῖ ποιῆσαι καὶ φρόνιμον ἔργον Ἀσδρούβας·
この時、ハスドルバルは実用的かつ賢明な行動をとったと思われる。
θεωρῶν γὰρ τοὺς Νομάδας τῷ τε πλήθει πολλοὺς ὄντας καὶ πρακτικωτάτους καὶ φοβερωτάτους τοῖς ἅπαξ ἐγκλίνασιν, τοὺς μὲν φεύγοντας παρέδωκε τοῖς Νομάσιν, πρὸς δὲ τὴν τῶν πεζῶν μάχην ἡγεῖτο, σπεύδων παραβοηθῆσαι τοῖς Λίβυσι.
なぜなら、ヌミディア兵が数において非常に多く、また一度崩れた者たちに対して最も効果的で恐るべき存在であることを知っていたため、逃げる者たちの追撃はヌミディア兵に任せ、自身はリビア兵を救援しようと急ぎ、歩兵の戦闘へと向かったからである。
§3.116.8προσπεσὼν δὲ τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις κατὰ νώτου καὶ ποιούμενος ἐκ διαδοχῆς ταῖς ἴλαις ἐμβολὰς ἅμα κατὰ πολλοὺς τόπους ἐπέρρωσε μὲν τοὺς Λίβυας, ἐταπείνωσε δὲ καὶ κατέπληξε ταῖς ψυχαῖς τοὺς Ῥωμαίους.
彼はローマ軍の歩兵部隊の後方に襲いかかり、騎兵中隊によって次々と同時に多くの場所から突撃を加えることで、リビア兵を勇気づける一方、ローマ兵の闘志を挫き、彼らを震撼させた。
§3.116.9ἐν ᾧ καιρῷ καὶ Λεύκιος Αἰμίλιος περιπεσὼν βιαίοις πληγαῖς ἐν χειρῶν νόμῳ μετήλλαξε τὸν βίον, ἀνὴρ πάντα τὰ δίκαια τῇ πατρίδι κατὰ τὸν λοιπὸν βίον καὶ κατὰ τὸν ἔσχατον καιρόν, εἰ καί τις ἕτερος, ποιήσας.
この時、ルキウス・アエミリウスも、乱闘の中で激しい打撃を受け、命を落とした。 彼は、その生涯を通じて、またその最後の瞬間において、祖国に対するすべての義務を、誰にも劣らず果たした人物であった。
§3.116.10οἱ δὲ Ῥωμαῖοι μέχρι μὲν ἐμάχοντο κατὰ τὰς ἐπιφανείας στρεφόμενοι πρὸς τοὺς κεκυκλωκότας, ἀντεῖχον·
ローマ兵たちは、自分たちを取り囲んでいる者たちに対して向きを変え、それぞれの正面で戦っている間は、持ちこたえていた。
§3.116.11ἀεὶ δὲ τῶν πέριξ ἀπολλυμένων, καὶ κατὰ βραχὺ συγκλειόμενοι, τέλος αὐτοῦ πάντες, ἐν οἷς καὶ Μάρκος καὶ Γνάιος, ἔπεσον, οἱ τὸ πρότερον ἔτος ὕπατοι γεγονότες, ἄνδρες ἀγαθοὶ καὶ τῆς Ῥώμης ἄξιοι γενόμενοι κατὰ τὸν κίνδυνον.
しかし、周囲の者が次々と討ち死にしていき、徐々に狭い場所に閉じ込められていくうちに、ついにその場で全員が斃れた。 その中には、前年に執政官を務め、この危機において勇敢でローマにふさわしい男たちとして振る舞ったマルクスとグナエウスも含まれていた。
§3.116.12κατὰ δὲ τὸν τούτων φόνον καὶ τὴν συμπλοκὴν οἱ Νομάδες ἑπόμενοι τοῖς φεύγουσι τῶν ἱππέων τοὺς μὲν πλείστους ἀπέκτειναν, τοὺς δὲ κατεκρήμνισαν ἀπὸ τῶν ἵππων.
これらの殺戮と衝突の間、ヌミディア兵は逃亡する騎兵を追撃し、その大半を討ち取り、あるいは彼らを馬から引きずり落とした。
§3.116.13ὀλίγοι δέ τινες εἰς Οὐενουσίαν διέφυγον, ἐν οἷς ἦν καὶ Γάιος Τερέντιος ὁ τῶν Ῥωμαίων στρατηγός, ἀνὴρ αἰσχρὰν μὲν τὴν ψυχὴν ἀλυσιτελῆ δὲ τὴν ἀρχὴν τὴν αὑτοῦ τῇ πατρίδι πεποιημένος.
一方、ごく少数の者たちがウェヌシアへと逃げ延びたが、その中には、ローマの将軍ガイウス・テレンティウスもいた。 彼は卑劣な魂を持ち、自らの指揮権を祖国にとって不利益なものとして終わらせた人物であった。