§3.117.1ἡ μὲν οὖν περὶ Κάνναν γενομένη μάχη Ῥωμαίων καὶ Καρχηδονίων ἐπετελέσθη τὸν τρόπον τοῦτον, μάχη γενναιοτάτους ἄνδρας ἔχουσα καὶ τοὺς νικήσαντας καὶ τοὺς ἡττηθέντας.
こうして、ローマ軍とカルタゴ軍の間でカンナイの地において行われた戦いは、このような形で決着した。 それは勝者も敗者もきわめて勇敢な人々を擁した戦いであった。
§3.117.2δῆλον δὲ τοῦτʼ ἐγένετʼ ἐξ αὐτῶν τῶν πραγμάτων.
そのことは実際の出来事から明らかになった。
τῶν μὲν γὰρ ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα μὲν εἰς Οὐενουσίαν μετὰ Γαΐου διέφυγον, περὶ τριακοσίους δὲ τῶν συμμάχων σποράδες εἰς τὰς πόλεις ἐσώθησαν·
というのも、六千人の騎兵のうち、七十人はガイウスとともにウェヌシアへと逃れ、同盟国の騎兵およそ三百人は散り散りになって諸都市へと逃れて助かったからである。
§3.117.3ἐκ δὲ τῶν πεζῶν μαχόμενοι μὲν ἑάλωσαν εἰς μυρίους — οἱ δʼ ἐκτὸς ὄντες τῆς μάχης — ἐξ αὐτοῦ δὲ τοῦ κινδύνου τρισχίλιοι μόνον ἴσως εἰς τὰς παρακειμένας πόλεις διέφυγον.
また歩兵のうち、戦っている最中に(いや、彼らは戦闘の外にいた者たちであったが)一万人ほどが捕虜となり、危険そのものの最中からは、わずか三千人ほどだけが近隣の諸都市へと逃れ得た。
§3.117.4οἱ δὲ λοιποὶ πάντες, ὄντες εἰς ἑπτὰ μυριάδας, ἀπέθανον εὐγενῶς, τὴν μεγίστην χρείαν παρεσχημένου τοῖς Καρχηδονίοις εἰς τὸ νικᾶν καὶ τότε καὶ πρὸ τοῦ τοῦ τῶν ἱππέων ὄχλου.
残りの全員、およそ七万人にのぼる人々は、勇敢に討ち死にした。 その際、騎兵の多さが、当時もそれ以前も、カルタゴ軍に勝利のための最大の貢献をもたらしたのである。
§3.117.5καὶ δῆλον ἐγένετο τοῖς ἐπιγενομένοις ὅτι κρεῖττόν ἐστι πρὸς τοὺς τῶν πολέμων καιροὺς ἡμίσεις ἔχειν πεζούς, ἱπποκρατεῖν δὲ τοῖς ὅλοις, μᾶλλον ἢ πάντα πάρισα τοῖς πολεμίοις ἔχοντα διακινδυνεύειν.
そして後世の人々にとって、戦争の折々においては、歩兵の数は半分であっても騎兵において圧倒的に優勢である方が、すべての点で敵と対等な状態で危険を冒すよりも勝っているということが明らかになった。
§3.117.6τῶν δὲ μετʼ Ἀννίβου Κελτοὶ μὲν ἔπεσον εἰς τετρακισχιλίους, Ἴβηρες δὲ καὶ Λίβυες εἰς χιλίους καὶ πεντακοσίους, ἱππεῖς δὲ περὶ διακοσίους.
ハンニバルに率いられた者のうち、ケルト人は約四千人、イベリア人とリビア人は千五百人、騎兵は約二百人が倒れた。
§3.117.7οἱ δὲ ζωγρηθέντες τῶν Ῥωμαίων ἐκτὸς ἐγένοντο τοῦ κινδύνου, καὶ διὰ τοιαύτην αἰτίαν.
生け捕りにされたローマ兵たちは、戦闘の危険の外にいた者たちであったが、それは以下のような理由による。
§3.117.8Λεύκιος ἀπέλιπε μυρίους πεζοὺς ἐπὶ τῆς ἑαυτοῦ παρεμβολῆς, ἵνʼ ἐὰν μὲν Ἀννίβας ὀλιγωρήσας τοῦ χάρακος ἐκτάξῃ πᾶσι, παραπεσόντες οὗτοι κατὰ τὸν τῆς μάχης καιρὸν ἐγκρατεῖς γένωνται τῆς τῶν πολεμίων ἀποσκευῆς, §3.117.9ἐὰν δὲ προϊδόμενος τὸ μέλλον ἀπολίπῃ φυλακὴν ἀξιόχρεων, πρὸς ἐλάττους αὐτοῖς ὁ περὶ τῶν ὅλων γένηται κίνδυνος.
ルキウスは一万人の歩兵を自陣の宿営地に残しておいた。 それは、もしハンニバルが自陣の防備を軽視して全軍を展開させたならば、彼らが戦闘中に襲いかかって敵の荷物を奪取できるようにするためであり、また、もし彼が先を見越して十分な守備隊を残したならば、彼らが全力で戦うべき危険が、より少なくて済むようにするためであった。
§3.117.10ἑάλωσαν δὲ τοιούτῳ τινὶ τρόπῳ.
彼らが捕らえられたのは、次のような経緯による。
καταλιπόντος Ἀννίβου φυλακὴν ἀρκοῦσαν ἐπὶ τοῦ χάρακος, ἅμα τῷ κατάρξασθαι τὴν μάχην κατὰ τὸ συνταχθὲν ἐπολιόρκουν οἱ Ῥωμαῖοι, προσβάλλοντες τοὺς ἀπολελειμμένους ἐν τῷ τῶν Καρχηδονίων χάρακι.
ハンニバルが宿営地に十分な守備隊を残していたため、戦闘が始まるやいなや、ローマ兵たちは命令通りに、カルタゴ軍の宿営地に取り残された守備隊を攻撃して包囲した。
τὸ μὲν οὖν πρῶτον ἀντεῖχον·
当初、彼らは持ちこたえていた。
§3.117.11ἤδη δʼ αὐτῶν πιεζομένων, ἐπειδὴ κατὰ πάντα τὰ μέρη τὴν μάχην Ἀννίβας ἔκρινε, καὶ τότε παραβοηθήσας καὶ τρεψάμενος συνέκλεισε τοὺς Ῥωμαίους εἰς τὴν ἰδίαν παρεμβολὴν καὶ δισχιλίους μὲν αὐτῶν ἀπέκτεινε, τῶν δὲ λοιπῶν ἐγκρατὴς ἐγένετο ζωγρίᾳ πάντων.
しかし、彼らがまさに追い詰められていたとき、ハンニバルがすべての局面で戦闘に決着をつけたため、救援に駆けつけてローマ軍を退散させ、ローマ兵たちを彼ら自身の宿営地へと閉じ込め、そのうち二千人を殺害し、残りの全員を捕虜として捕らえた。
§3.117.12ὁμοίως δὲ καὶ τοὺς ἐπὶ τὰ κατὰ τὴν χώραν ἐρύματα συμπεφευγότας ἐκπολιορκήσαντες οἱ Νομάδες ἐπανῆγον, ὄντας εἰς δισχιλίους τῶν εἰς φυγὴν τραπέντων ἱππέων.
同様に、野外の砦へと逃げ込んでいた者たちをも、ヌミディア兵は包囲して降伏させ連行してきたが、これらは敗走した騎兵のうちの約二千人であった。