§3.116.1πεπτωκότας ἐποιοῦντο τὴν μάχην·
对那些从侧面袭来的敌人,他们展开了战斗。
Λεύκιος δὲ καίπερ ὢν ἐξ ἀρχῆς ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετασχὼν ἐπί τι τοῦ τῶν ἱππέων ἀγῶνος ὅμως ἔτι τότε διεσῴζετο.
路奇乌斯虽然起初位于右翼,并参与了部分骑兵的战斗,但到那时仍旧幸免于难。
§3.116.2βουλόμενος δὲ τοῖς κατὰ τὴν παράκλησιν λόγοις ἀκολούθως ἐπʼ αὐτῶν γίνεσθαι τῶν ἔργων καὶ θεωρῶν τὸ συνέχον τῆς κατὰ τὸν ἀγῶνα κρίσεως ἐν τοῖς πεζικοῖς στρατοπέδοις κείμενον, §3.116.3παριππεύων ἐπὶ τὰ μέσα τῆς ὅλης παρατάξεως ἅμα μὲν αὐτὸς συνεπλέκετο καὶ προσέφερε τὰς χεῖρας τοῖς ὑπεναντίοις, ἅμα δὲ παρεκάλει καὶ παρώξυνε τοὺς παρʼ αὑτοῦ στρατιώτας.
他希望用自己的实际行动来实践那些激励人心的言辞,并且看出决定这场战斗胜负的关键在于步兵部队,于是他骑马奔向整个阵线的中部,一方面亲自投入战斗,对敌人动手,另一方面也鼓励和鞭策自己的士兵。
§3.116.4τὸ δὲ παραπλήσιον Ἀννίβας ἐποίει· καὶ γὰρ οὗτος ἐξ ἀρχῆς ἐπὶ τούτοις τοῖς μέρεσιν ἐπέστη τῆς δυνάμεως.
汉尼拔也做了类似的事,因为他起初也是部署在军队的这个部分。
§3.116.5οἱ δὲ Νομάδες ἀπὸ τοῦ δεξιοῦ κέρατος προσπίπτοντες τοῖς ὑπεναντίοις ἱππεῦσι τοῖς ἐπὶ τῶν εὐωνύμων τεταγμένοις μέγα μὲν οὔτʼ ἐποίουν οὐδὲν οὔτʼ ἔπασχον διὰ τὴν ἰδιότητα τῆς μάχης, ἀπράκτους γε μὴν τοὺς πολεμίους παρεσκεύαζον, περισπῶντες καὶ πανταχόθεν προσπίπτοντες.
至于从右翼进攻配置在左翼的敌军骑兵的努米底亚兵,由于他们独特的战斗方式,他们既没有给敌人造成多大杀伤,自己也没有受到太大损失,然而,他们通过牵制和从四面八方发起袭击,使敌军陷入瘫痪。
§3.116.6ἐπεὶ δʼ οἱ περὶ τὸν Ἀσδρούβαν ἀποκτείναντες τοὺς περὶ τὸν ποταμὸν ἱππεῖς πλὴν παντελῶς ὀλίγων παρεβοήθησαν ἀπὸ τῶν εὐωνύμων τοῖς Νομάσιν, τότε προϊδόμενοι τὴν ἔφοδον αὐτῶν οἱ σύμμαχοι τῶν Ῥωμαίων ἱππεῖς ἐκκλίναντες ἀπεχώρουν.
当哈斯德鲁巴及其部下在消灭了河边的骑兵(仅剩极少数除外)之后,从左翼前来协助努米底亚人时,罗马军的同盟国骑兵预见到他们的袭击,便转向撤退。
§3.116.7ἐν ᾧ καιρῷ πραγματικὸν δοκεῖ ποιῆσαι καὶ φρόνιμον ἔργον Ἀσδρούβας· θεωρῶν γὰρ τοὺς Νομάδας τῷ τε πλήθει πολλοὺς ὄντας καὶ πρακτικωτάτους καὶ φοβερωτάτους τοῖς ἅπαξ ἐγκλίνασιν, τοὺς μὲν φεύγοντας παρέδωκε τοῖς Νομάσιν, πρὸς δὲ τὴν τῶν πεζῶν μάχην ἡγεῖτο, σπεύδων παραβοηθῆσαι τοῖς Λίβυσι.
在这个时刻,哈斯德鲁巴似乎做件既务实又明智的事;因为他看到努米底亚人不仅人数众多,而且对于一旦退却的人来说,他们是最有效率、最可怕的追击者,于是他把逃跑的人交给了努米底亚人去对付,而自己则率领部队走向步兵的战场,急忙去援助利比亚人。
§3.116.8προσπεσὼν δὲ τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις κατὰ νώτου καὶ ποιούμενος ἐκ διαδοχῆς ταῖς ἴλαις ἐμβολὰς ἅμα κατὰ πολλοὺς τόπους ἐπέρρωσε μὲν τοὺς Λίβυας, ἐταπείνωσε δὲ καὶ κατέπληξε ταῖς ψυχαῖς τοὺς Ῥωμαίους.
他从后方袭击了罗马步兵团,并用骑兵队在许多地方同时连续发起冲击,这不仅极大地鼓舞了利比亚人,也使罗马人在精神上感到沮丧和震惊。
§3.116.9ἐν ᾧ καιρῷ καὶ Λεύκιος Αἰμίλιος περιπεσὼν βιαίοις πληγαῖς ἐν χειρῶν νόμῳ μετήλλαξε τὸν βίον, ἀνὴρ πάντα τὰ δίκαια τῇ πατρίδι κατὰ τὸν λοιπὸν βίον καὶ κατὰ τὸν ἔσχατον καιρόν, εἰ καί τις ἕτερος, ποιήσας.
在这个时候,路奇乌斯·埃米利乌斯也在肉搏战中因遭受重创而丧生,他是一个在平日里以及在最后的关头都尽了对祖国一切义务的人,如果说有谁做到了这一点,那便是他。
§3.116.10οἱ δὲ Ῥωμαῖοι μέχρι μὲν ἐμάχοντο κατὰ τὰς ἐπιφανείας στρεφόμενοι πρὸς τοὺς κεκυκλωκότας, ἀντεῖχον· §3.116.11ἀεὶ δὲ τῶν πέριξ ἀπολλυμένων, καὶ κατὰ βραχὺ συγκλειόμενοι, τέλος αὐτοῦ πάντες, ἐν οἷς καὶ Μάρκος καὶ Γνάιος, ἔπεσον, οἱ τὸ πρότερον ἔτος ὕπατοι γεγονότες, ἄνδρες ἀγαθοὶ καὶ τῆς Ῥώμης ἄξιοι γενόμενοι κατὰ τὸν κίνδυνον.
罗马人只要能转向包围他们的人并在各自的正面战斗,就还能坚持住;但随着周围的人不断战死,他们渐渐被合围在狭小的空间里,最终全部在原地倒下,其中也包括前一年担任执政官的马尔库斯和格奈乌斯,他们在这场危机中表现英勇,无愧于罗马。
§3.116.12κατὰ δὲ τὸν τούτων φόνον καὶ τὴν συμπλοκὴν οἱ Νομάδες ἑπόμενοι τοῖς φεύγουσι τῶν ἱππέων τοὺς μὲν πλείστους ἀπέκτειναν, τοὺς δὲ κατεκρήμνισαν ἀπὸ τῶν ἵππων.
在对这些人的屠杀和冲突中,努米底亚人追击着逃跑的骑兵,杀死了其中的大多数,并将其他人从马上摔下来。
§3.116.13ὀλίγοι δέ τινες εἰς Οὐενουσίαν διέφυγον, ἐν οἷς ἦν καὶ Γάιος Τερέντιος ὁ τῶν Ῥωμαίων στρατηγός, ἀνὴρ αἰσχρὰν μὲν τὴν ψυχὴν ἀλυσιτελῆ δὲ τὴν ἀρχὴν τὴν αὑτοῦ τῇ πατρίδι πεποιημένος.
只有少数人逃到了维努西亚,其中也包括罗马人的将领盖乌斯·特伦提乌斯,他是一个灵魂卑劣、其指挥权对祖国毫无益处的人。