§3.115.1γενομένης δὲ τῆς συμπλοκῆς τῆς πρώτης ἐκ τῶν προτεταγμένων, τὰς μὲν ἀρχὰς αὐτῶν τῶν εὐζώνων ἔπισος ἦν ὁ κίνδυνος,
前哨の軽装兵による最初の衝突が始まると、当初は彼ら軽装兵たちの戦いは互角であった。
§3.115.2ἅμα δὲ τῷ τοὺς Ἴβηρας καὶ Κελτοὺς ἱππεῖς ἀπὸ τῶν εὐωνύμων πελάσαι τοῖς Ῥωμαίοις ἐποίουν οὗτοι μάχην ἀληθινὴν καὶ βαρβαρικήν·
しかし、左翼のイベリア人とケルト人の騎兵がローマ軍に接近すると同時に、彼らは本物の、野蛮な戦闘を繰り広げた。
§3.115.3οὐ γὰρ ἦν κατὰ νόμους ἐξ ἀναστροφῆς καὶ μεταβολῆς ὁ κίνδυνος, ἀλλʼ εἰσάπαξ συμπεσόντες ἐμάχοντο συμπλεκόμενοι κατʼ ἄνδρα, παρακαταβαίνοντες ἀπὸ τῶν ἵππων.
というのも、その戦いは、旋回や反転といった規則に従ったものではなく、一度衝突すると馬から降り、組み合って一対一で戦ったからである。
§3.115.4ἐπειδὴ δʼ ἐκράτησαν οἱ παρὰ τῶν Καρχηδονίων καὶ τοὺς μὲν πλείστους ἀπέκτειναν ἐν τῇ συμπλοκῇ, πάντων ἐκθύμως καὶ γενναίως διαγωνιζομένων τῶν Ῥωμαίων, τοὺς δὲ λοιποὺς ἤλαυνον παρὰ τὸν ποταμὸν φονεύοντες καὶ προσφέροντες τὰς χεῖρας ἀπαραιτήτως, τότε δὴ τὰ πεζικὰ στρατόπεδα διαδεξάμενα τοὺς εὐζώνους συνέπεσεν ἀλλήλοις.
カルタゴ側が優勢となり、ローマ兵が皆熱心かつ勇敢に戦ったものの、その衝突の中で彼らの大半を討ち取り、残りの者たちを容赦なく殺戮しながら川沿いに追い詰めたとき、まさにその時、重装歩兵の部隊が軽装兵に代わって互いに衝突した。
§3.115.5ἐπὶ βραχὺ μὲν οὖν τῶν Ἰβήρων καὶ τῶν Κελτῶν ἔμενον αἱ τάξεις καὶ διεμάχοντο τοῖς Ῥωμαίοις γενναίως·
しばらくの間は、イベリア人とケルト人の隊列は持ちこたえてローマ軍と勇敢に戦った。
μετὰ δὲ ταῦτα τῷ βάρει θλιβόμενοι κλίνοντες ὑπεχώρουν εἰς τοὐπίσω, λύσαντες τὸν μηνίσκον.
しかしその後、重圧に押されて彼らは後退し、三日月形の陣を崩していった。
§3.115.6αἱ δὲ τῶν Ῥωμαίων σπεῖραι κατὰ τὴν ἐκθυμίαν ἑπόμεναι τούτοις διέκοψαν ῥᾳδίως τὴν τῶν ὑπεναντίων τάξιν, ἅτε δὴ τῶν μὲν Κελτῶν ἐπὶ λεπτὸν ἐκτεταγμένων, αὐτοὶ δὲ πεπυκνωκότες ἀπὸ τῶν κεράτων ἐπὶ τὰ μέσα καὶ τὸν κινδυνεύοντα τόπον·
ローマ軍の中隊は意気揚々と彼らを追撃し、敵の陣列を容易に突破した。 これはケルト人が薄い陣形で展開していたのに対し、彼ら自身は両翼から中央、すなわち危機に瀕した地点へと密集していたからである。
§3.115.7οὐ γὰρ ἅμα συνέβαινε τὰ κέρατα καὶ τὰ μέσα συμπίπτειν, ἀλλὰ πρῶτα τὰ μέσα διὰ τὸ τοὺς Κελτοὺς ἐν μηνοειδεῖ σχήματι τεταγμένους πολὺ προπεπτωκέναι τῶν κεράτων, ἅτε τοῦ μηνίσκου τὸ κύρτωμα πρὸς τοὺς πολεμίους ἔχοντος.
というのも、両翼と中央が同時に衝突したのではなく、まず中央が衝突したからである。 それは、ケルト人が三日月型の陣形で配置されており、両翼よりもはるかに前方に突出していたためであり、三日月の凸部が敵に向けられていたからである。
§3.115.8πλὴν ἑπόμενοί γε τούτοις οἱ Ῥωμαῖοι καὶ συντρέχοντες ἐπὶ τὰ μέσα καὶ τὸν εἴκοντα τόπον τῶν πολεμίων οὕτως ἐπὶ πολὺ προέπεσον ὥστʼ ἐξ ἑκατέρου τοῦ μέρους κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας τοὺς Λίβυας αὐτῶν γενέσθαι τοὺς ἐν τοῖς βαρέσι καθοπλισμοῖς·
しかしながら、ローマ兵は彼らを追撃し、敵の中央、すなわち退却していく地点へと殺到するうちに、あまりにも前方に突出しすぎたため、彼らの両側面から、重装装備のリビア兵が立ちふさがる結果となった。
§3.115.9ὧν οἱ μὲν ἀπὸ τοῦ δεξιοῦ κέρατος κλίναντες ἐπʼ ἀσπίδα καὶ τὴν ἐμβολὴν ἐκ δόρατος ποιούμενοι παρίσταντο παρὰ πλευρὰν τοῖς πολεμίοις,
彼らのうち、右翼の者たちは左側(盾側)に向きを変え、槍による攻撃を加えながら、敵の側面に並び立ち、左翼 of の者たちは右側(槍側)に向きを変え、側面から展開した。
§3.115.10οἱ δʼ ἀπὸ τῶν εὐωνύμων ἐπὶ δόρυ ποιούμενοι τὴν κλίσιν ἐξ ἀσπίδος ἐπιπαρενέβαλλον, αὐτοῦ τοῦ πράγματος ὃ δέον ἦν ποιεῖν ὑποδεικνύντος.
状況そのものが、なすべきことを彼らに示唆していたのである。
§3.115.11ἐξ οὗ συνέβη κατὰ τὴν Ἀννίβου πρόνοιαν μέσους ἀποληφθῆναι τοὺς Ῥωμαίους ὑπὸ τῶν Λιβύων κατὰ τὴν ἐπὶ τοὺς Κελτοὺς παράπτωσιν.
この結果、ハンニバルの深謀遠慮に従い、ローマ軍はケルト人への突撃の最中に、リビア兵によって挟み撃ちにされることとなった。
§3.115.12οὗτοι μὲν οὖν οὐκέτι φαλαγγηδόν, ἀλλὰ κατʼ ἄνδρα καὶ κατὰ σπείρας στρεφόμενοι πρὸς τοὺς ἐκ τῶν πλαγίων προς
したがって、彼らはもはや密集部隊としてではなく、一対一で、あるいは中隊ごとに向きを変えて、側面から攻撃してくる者たちに対して……